Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 12

966 ΑΘ. τί δέ; περὶ πάντων τῶν σπουδαίων ἆρʼ ἡμῖν αὑτὸς λόγος, ὅτι δεῖ τοὺς ὄντως φύλακας ἐσομένους τῶν νόμων ὄντως εἰδέναι τὰ περὶ τὴν ἀλήθειαν αὐτῶν, καὶ λόγῳ τε ἱκανοὺς ἑρμηνεύειν εἶναι καὶ τοῖς ἔργοις συνακολουθεῖν, κρίνοντας τά τε καλῶς γιγνόμενα καὶ τὰ μὴ κατὰ φύσιν;
966 ΚΛ. πῶς γὰρ οὔ;
966 ΑΘ. μῶν οὖν οὐχ ἓν τῶν καλλίστων ἐστὶν τὸ περὶ τοὺς θεούς, ὃ δὴ σπουδῇ διεπερανάμεθα, ὡς εἰσίν τε καὶ ὅσης φαίνονται κύριοι δυνάμεως, εἰδέναι τε εἰς ὅσον δυνατόν ἐστιν ταῦτʼ ἄνθρωπον γιγνώσκειν, καὶ τοῖς μὲν πλείστοις τῶν κατὰ πόλιν συγγιγνώσκειν τῇ φήμῃ μόνον τῶν νόμων συνακολουθοῦσιν, τοῖς δὲ φυλακῆς μεθέξουσιν μηδὲ ἐπιτρέπειν, ὃς ἂν μὴ διαπονήσηται τὸ πᾶσαν πίστιν λαβεῖν τῶν οὐσῶν περὶ θεῶν; τὴν δὲ μὴ ἐπιτροπὴν εἶναι τὸ μηδέποτε τῶν νομοφυλάκων αἱρεῖσθαι τὸν μὴ θεῖον καὶ διαπεπονηκότα πρὸς αὐτά, μηδʼ αὖ τῶν πρὸς ἀρετὴν ἔγκριτον γίγνεσθαι;
966 ΚΛ. δίκαιον γοῦν, ὡς λέγεις, τὸν περὶ τὰ τοιαῦτα ἀργὸν ἢ ἀδύνατον ἀποκρίνεσθαι πόρρω τῶν καλῶν.
966 ΑΘ. ἆρα οὖν ἴσμεν ὅτι δύʼ ἐστὸν τὼ περὶ θεῶν ἄγοντε εἰς πίστιν, ὅσα διήλθομεν ἐν τοῖς πρόσθεν;
966 ΚΛ. ποῖα;
966 ΑΘ. ἓν μὲν ὃ περὶ τὴν ψυχὴν ἐλέγομεν, ὡς πρεσβύτατόν τε καὶ θειότατόν ἐστιν πάντων ὧν κίνησις γένεσιν παραλαβοῦσα ἀέναον οὐσίαν ἐπόρισεν· ἓν δὲ τὸ περὶ τὴν φοράν, ὡς ἔχει τάξεως, ἄστρων τε καὶ ὅσων ἄλλων ἐγκρατὴς νοῦς ἐστιν τὸ πᾶν διακεκοσμηκώς.
967 ΑΘ. ὁ γὰρ ἰδὼν ταῦτα μὴ φαύλως μηδʼ ἰδιωτικῶς, οὐδεὶς οὕτως ἄθεος ἀνθρώπων ποτὲ πέφυκεν, ὃς οὐ τοὐναντίον ἔπαθεν ἢ τὸ προσδοκώμενον ὑπὸ τῶν πολλῶν. οἱ μὲν γὰρ διανοοῦνται τοὺς τὰ τοιαῦτα μεταχειρισαμένους ἀστρονομίᾳ τε καὶ ταῖς μετὰ ταύτης ἀναγκαίαις ἄλλαις τέχναις ἀθέους γίγνεσθαι, καθεωρακότας ὡς οἷόν τε γιγνόμενα ἀνάγκαις πράγματʼ ἀλλʼ οὐ διανοίαις βουλήσεως ἀγαθῶν πέρι τελουμένων.
967 ΚΛ. τὸ δὲ δὴ πῶς ἔχον ἂν εἴη;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme