Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 3

696 ΜΕ. πῶς γὰρ ἄν;
696 ΑΘ. οὐδὲ μὴν ὅν γε σοφὸν ἡμεῖς νυνδὴ προυθέμεθα, τὸν τὰς ἡδονὰς καὶ λύπας κεκτημένον συμφώνους τοῖς ὀρθοῖς λόγοις καὶ ἑπομένας.
696 ΜΕ. οὐ γὰρ οὖν.
696 ΑΘ. ἔτι δὴ καὶ τόδε ἐπισκεψώμεθα τῶν ἐν ταῖς πόλεσιν τιμήσεων ἕνεκα, ποῖαί τε ὀρθαὶ καὶ μὴ γίγνονται ἑκάστοτε.
696 ΜΕ. τὸ ποῖον;
696 ΑΘ. σωφροσύνη ἄνευ πάσης τῆς ἄλλης ἀρετῆς ἐν ψυχῇ τινι μεμονωμένη τίμιον ἢ ἄτιμον γίγνοιτʼ ἂν κατὰ δίκην;
696 ΜΕ. οὐκ ἔχω ὅπως εἴπω.
696 ΑΘ. καὶ μὴν εἴρηκάς γε μετρίως· εἰπὼν γὰρ δὴ ὧν ἠρόμην ὁποτερονοῦν, παρὰ μέλος ἔμοιγʼ ἂν δοκεῖς φθέγξασθαι.
696 ΜΕ. καλῶς τοίνυν γεγονὸς ἂν εἴη.
696 ΑΘ. εἶεν· τὸ μὲν δὴ πρόσθημα ὧν τιμαί τε καὶ ἀτιμίαι οὐ λόγου, ἀλλά τινος μᾶλλον ἀλόγου σιγῆς, ἄξιον ἂν εἴη.
696 ΜΕ. σωφροσύνην μοι φαίνῃ λέγειν.
696 ΑΘ. ναί. τὸ δέ γε τῶν ἄλλων πλεῖστα ἡμᾶς ὠφελοῦν μετὰ τῆς προσθήκης μάλιστʼ ἂν τιμώμενον ὀρθότατα τιμῷτο, καὶ τὸ δεύτερον δευτέρως· καὶ οὕτω δὴ κατὰ τὸν ἑξῆς λόγον τὰς ἐφεξῆς τιμὰς λαγχάνον ἕκαστον ὀρθῶς ἂν λαγχάνοι.
697 ΜΕ. ἔχει ταύτῃ.
697 ΑΘ. τί οὖν; οὐ νομοθέτου καὶ ταῦτα αὖ φήσομεν εἶναι διανέμειν;
697 ΜΕ. καὶ μάλα.
697 ΑΘ. βούλει δὴ τὰ μὲν ἅπαντα καὶ ἐφʼ ἕκαστον ἔργον καὶ κατὰ σμικρὰ ἐκείνῳ δῶμεν νεῖμαι, τὸ δὲ τριχῇ διελεῖν, ἐπειδὴ νόμων ἐσμὲν καὶ αὐτοί πως ἐπιθυμηταί, πειραθῶμεν, διατεμεῖν χωρὶς τά τε μέγιστα καὶ δεύτερα καὶ τρίτα;
697 ΜΕ. πάνυ μὲν οὖν.
697 ΑΘ. λέγομεν τοίνυν ὅτι πόλιν, ὡς ἔοικεν, τὴν μέλλουσαν σῴζεσθαί τε καὶ εὐδαιμονήσειν εἰς δύναμιν ἀνθρωπίνην δεῖ καὶ ἀναγκαῖον τιμάς τε καὶ ἀτιμίας διανέμειν ὀρθῶς. ἔστιν δὲ ὀρθῶς ἄρα τιμιώτατα μὲν καὶ πρῶτα τὰ περὶ τὴν ψυχὴν ἀγαθὰ κεῖσθαι, σωφροσύνης ὑπαρχούσης αὐτῇ, δεύτερα δὲ τὰ περὶ τὸ σῶμα καλὰ καὶ ἀγαθά, καὶ τρίτα τὰ περὶ τὴν οὐσίαν καὶ χρήματα λεγόμενα· τούτων δὲ ἂν ἐκτός τις βαίνῃ νομοθέτης ἢ πόλις, εἰς τιμὰς ἢ χρήματα προάγουσα ἤ τι τῶν ὑστέρων εἰς τὸ πρόσθεν τιμαῖς τάττουσα, οὔθʼ ὅσιον οὔτε πολιτικὸν ἂν δρῴη πρᾶγμα. εἰρήσθω ταῦτα ἢ πῶς ἡμῖν;
697 ΜΕ. πάνυ μὲν οὖν εἰρήσθω σαφῶς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme