Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 4

704 ΑΘ. φέρε δή, τίνα δεῖ διανοηθῆναί ποτε τὴν πόλιν ἔσεσθαι; λέγω δὲ οὔτι τοὔνομα αὐτῆς ἐρωτῶν ὅτι ποτʼ ἔστι τὰ νῦν, οὐδὲ εἰς τὸν ἔπειτα χρόνον ὅτι δεήσει καλεῖν αὐτήν— τοῦτο μὲν γὰρ τάχʼ ἂν ἴσως καὶ ὁ κατοικισμὸς αὐτῆς ἤ τις τόπος, ἢ ποταμοῦ τινος ἢ κρήνης ἢ θεῶν ἐπωνυμία τῶν ἐν τῷ τόπῳ, προσθείη τὴν αὑτῶν φήμην καινῇ γενομένῃ τῇ πόλει— τόδε δὲ περὶ αὐτῆς ἐστιν ὃ βουλόμενος μᾶλλον ἐπερωτῶ, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία.
704 ΚΛ. σχεδόν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νυνδὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους.
704 ΑΘ. τί δέ; λιμένες ἆρʼ εἰσὶν κατὰ ταῦτα αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος;
704 ΚΛ. εὐλίμενος μὲν οὖν ταύτῃ γε ὡς δυνατόν ἐστιν μάλιστα, ὦ ξένε.
704 ΑΘ. παπαί, οἷον λέγεις. τί δὲ περὶ αὐτὴν ἡ χώρα; πότερα πάμφορος ἢ καί τινων ἐπιδεής;
704 ΚΛ. σχεδὸν οὐδενὸς ἐπιδεής.
704 ΑΘ. γείτων δὲ αὐτῆς πόλις ἆρʼ ἔσται τις πλησίον;
704 ΚΛ. οὐ πάνυ, διὸ καὶ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον.
704 ΑΘ. τί δὲ πεδίων τε καὶ ὀρῶν καὶ ὕλης; πῶς μέρος ἑκάστων ἡμῖν εἴληχεν;
704 ΚΛ. προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλῃ.
704 ΑΘ. τραχυτέραν αὐτὴν ἢ πεδιεινοτέραν ἂν λέγοις.
704 ΚΛ. πάνυ μὲν οὖν.
1 / 24 Next →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme