Book 4
718
ΑΘ. τῷ δὲ μὴ παραλείπειν μνήμην ἐνδελεχῆ παρεχόμενον, τούτῳ μάλιστʼ ἀεὶ πρεσβεύειν, δαπάνης τε τῆς διδομένης ὑπὸ τύχης τὸ μέτριον τοῖς κεκμηκόσιν νέμοντα. ταῦτʼ ἂν ποιοῦντες καὶ κατὰ ταῦτα ζῶντες ἑκάστοτε ἕκαστοι τὴν ἀξίαν ἂν παρὰ θεῶν καὶ ὅσοι κρείττονες ἡμῶν κομιζοίμεθα, ἐν ἐλπίσιν ἀγαθαῖς διάγοντες τὸ πλεῖστον τοῦ βίου. ἃ δὲ πρὸς ἐκγόνους καὶ συγγενεῖς καὶ φίλους καὶ πολίτας, ὅσα τε ξενικὰ πρὸς θεῶν θεραπεύματα καὶ ὁμιλίας συμπάντων τούτων ἀποτελοῦντα τὸν αὑτοῦ βίον φαιδρυνάμενον κατὰ νόμον κοσμεῖν δεῖ, τῶν νόμων αὐτῶν ἡ διέξοδος, τὰ μὲν πείθουσα, τὰ δὲ μὴ ὑπείκοντα πειθοῖ τῶν ἠθῶν βίᾳ καὶ δίκῃ κολάζουσα, τὴν πόλιν ἡμῖν συμβουληθέντων θεῶν μακαρίαν τε καὶ εὐδαίμονα ἀποτελεῖ· ἃ δὲ χρὴ μὲν αὖ καὶ ἀναγκαῖον εἰπεῖν νομοθέτην ὅστις ἅπερ ἐγὼ διανοεῖται, ἐν δὲ σχήματι νόμου ἀναρμοστεῖ λεγόμενα, τούτων πέρι δοκεῖ μοι δεῖγμα προενεγκόντα αὑτῷ τε καὶ ἐκείνοις οἷς νομοθετήσει, τὰ λοιπὰ πάντα εἰς δύναμιν διεξελθόντα, τὸ μετὰ τοῦτο ἄρχεσθαι τῆς θέσεως τῶν νόμων. ἔστιν δὲ δὴ τὰ τοιαῦτα ἐν τίνι μάλιστα σχήματι κείμενα; οὐ πάνυ ῥᾴδιον ἐν ἑνὶ περιλαβόντα εἰπεῖν αὐτὰ οἷόν τινι τύπῳ, ἀλλʼ οὑτωσί τινα τρόπον λάβωμεν, ἄν τι δυνώμεθα περὶ αὐτῶν βεβαιώσασθαι.
718
ΚΛ. λέγε τὸ ποῖον.
718
ΑΘ. βουλοίμην ἂν αὐτοὺς ὡς εὐπειθεστάτους πρὸς ἀρετὴν εἶναι, καὶ δῆλον ὅτι πειράσεται τοῦτο ὁ νομοθέτης ἐν ἁπάσῃ ποιεῖν τῇ νομοθεσίᾳ.
718
ΚΛ. πῶς γὰρ οὔ;