Book 7
796
ΑΘ. τὸ τοίνυν τούτοις ἑξῆς περὶ τὰ τῶν Μουσῶν τε καὶ Ἀπόλλωνος δῶρα, τότε μέν, ὡς ἅπαντα εἰρηκότες, ᾠόμεθα καταλείπειν μόνα τὰ περὶ γυμναστικῆς· νῦν δʼ ἔστιν δῆλα ἅ τʼ ἐστὶν καὶ ὅτι πρῶτα πᾶσιν ῥητέα. λέγωμεν τοίνυν ἑξῆς αὐτά.
796
ΚΛ. πάνυ μὲν οὖν λεκτέον.
797
ΑΘ. ἀκούσατε δέ μου, προακηκοότες μὲν καὶ ἐν τοῖς πρόσθεν· ὅμως δὲ τό γε σφόδρα ἄτοπον καὶ ἄηθες διευλαβεῖσθαι δεῖ λέγοντα καὶ ἀκούοντα, καὶ δὴ καὶ νῦν. ἐρῶ μὲν γὰρ ἐγὼ λόγον οὐκ ἄφοβον εἰπεῖν, ὅμως δέ πῃ θαρρήσας οὐκ ἀποστήσομαι.
797
ΚΛ. τίνα δὴ τοῦτον, ὦ ξένε, λέγεις;
797
ΑΘ. φημὶ κατὰ πάσας πόλεις τὸ τῶν παιδιῶν γένος ἠγνοῆσθαι σύμπασιν ὅτι κυριώτατόν ἐστι περὶ θέσεως νόμων, ἢ μονίμους εἶναι τοὺς τεθέντας ἢ μή. ταχθὲν μὲν γὰρ αὐτὸ καὶ μετασχὸν τοῦ τὰ αὐτὰ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἀεὶ τοὺς αὐτοὺς παίζειν τε καὶ εὐθυμεῖσθαι τοῖς αὐτοῖς παιγνίοις, ἐᾷ καὶ τὰ σπουδῇ κείμενα νόμιμα μένειν ἡσυχῇ, κινούμενα δὲ τὰ αὐτὰ καὶ καινοτομούμενα, μεταβολαῖς τε ἄλλαις ἀεὶ χρώμενα, καὶ μηδέποτε ταὐτὰ φίλα προσαγορευόντων τῶν νέων, μήτʼ ἐν σχήμασιν τοῖς τῶν αὑτῶν σωμάτων μήτε ἐν τοῖς ἄλλοις σκεύεσιν ὁμολογουμένως αὐτοῖς ἀεὶ κεῖσθαι τό τʼ εὔσχημον καὶ ἄσχημον, ἀλλὰ τόν τι νέον ἀεὶ καινοτομοῦντα καὶ εἰσφέροντα τῶν εἰωθότων ἕτερον κατά τε σχήματα καὶ χρώματα καὶ πάντα ὅσα τοιαῦτα, τοῦτον τιμᾶσθαι διαφερόντως, τούτου πόλει λώβην οὐκ εἶναι μείζω φαῖμεν ἂν ὀρθότατα λέγοντες· λανθάνειν γὰρ τῶν νέων τὰ ἤθη μεθιστάντα καὶ ποιεῖν τὸ μὲν ἀρχαῖον παρʼ αὐτοῖς ἄτιμον, τὸ δὲ νέον ἔντιμον. τούτου δὲ πάλιν αὖ λέγω τοῦ τε ῥήματος καὶ τοῦ δόγματος οὐκ εἶναι ζημίαν μείζω πάσαις πόλεσιν· ἀκούσατε δὲ ὅσον φημὶ αὔτʼ εἶναι κακόν.
797
ΚΛ. ἦ τὸ ψέγεσθαι τὴν ἀρχαιότητα λέγεις ἐν ταῖς πόλεσιν;
797
ΑΘ. πάνυ μὲν οὖν.
797
ΚΛ. οὐ φαύλους τοίνυν ἡμᾶς ἂν ἀκροατὰς πρὸς αὐτὸν τὸν λόγον ἔχοις ἂν τοῦτον, ἀλλʼ ὡς δυνατὸν εὐμενεστάτους.
797
ΑΘ. εἰκὸς γοῦν.
797
ΚΛ. λέγε μόνον.