Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 7

805 ΚΛ. ἔοικέν γε· ἔστι μέντοι πάμπολλα ἡμῖν, ὦ ξένε, παρὰ τὰς εἰωθυίας πολιτείας τῶν νῦν λεγομένων. ἀλλὰ γὰρ εἰπὼν τὸν μὲν λόγον ἐᾶσαι διεξελθεῖν, εὖ διελθόντος δέ, οὕτω τὸ δοκοῦν αἱρεῖσθαι δεῖν, μάλα εἶπές τε ἐμμελῶς, πεποίηκάς τέ με τὰ νῦν αὐτὸν ἐμαυτῷ ἐπιπλήττειν ὅτι ταῦτα εἴρηκα· λέγε οὖν τὸ μετὰ ταῦτα ὅτι σοι κεχαρισμένον ἐστίν.
805 ΑΘ. τόδε ἔμοιγε, ὦ Κλεινία, ὃ καὶ πρόσθεν εἶπον, ὡς, εἰ μὲν ταῦτα ἦν μὴ ἱκανῶς ἔργοις ἐληλεγμένα ὅτι δυνατά ἐστι γίγνεσθαι, τάχα ἦν ἄν τι καὶ ἀντειπεῖν τῷ λόγῳ, νῦν δὲ ἄλλο τί που ζητητέον ἐκείνῳ τῷ τοῦτον τὸν νόμον μηδαμῇ δεχομένῳ, τὸ δʼ ἡμέτερον διακέλευμα ἐν τούτοις οὐκ ἀποσβήσεται τὸ μὴ οὐ λέγειν ὡς δεῖ παιδείας τε καὶ τῶν ἄλλων ὅτι μάλιστα κοινωνεῖν τὸ θῆλυ γένος ἡμῖν τῷ τῶν ἀρρένων γένει. καὶ γὰρ οὖν οὑτωσί πως δεῖ περὶ αὐτῶν διανοηθῆναι. φέρε, μὴ μετεχουσῶν ἀνδράσι γυναικῶν κοινῇ τῆς ζωῆς πάσης, μῶν οὐκ ἀνάγκη γενέσθαι γέ τινα τάξιν ἑτέραν αὐταῖς;
805 ΚΛ. ἀνάγκη μὲν οὖν.
805 ΑΘ. τίνα οὖν ἔμπροσθεν τῶν νῦν ἀποδεδειγμένων θεῖμεν ἂν τῆς κοινωνίας ταύτης ἣν νῦν αὐταῖς ἡμεῖς προστάττομεν; πότερον ἣν Θρᾷκες ταῖς γυναιξὶν χρῶνται καὶ πολλὰ ἕτερα γένη, γεωργεῖν τε καὶ βουκολεῖν καὶ ποιμαίνειν καὶ διακονεῖν μηδὲν διαφερόντως τῶν δούλων; ἢ καθάπερ ἡμεῖς ἅπαντές τε οἱ περὶ τὸν τόπον ἐκεῖνον; νῦν γὰρ δὴ τό γε παρʼ ἡμῖν ὧδέ ἐστιν περὶ τούτων γιγνόμενον· εἴς τινα μίαν οἴκησιν συμφορήσαντες, τὸ λεγόμενον, πάντα χρήματα, παρέδομεν ταῖς γυναιξὶν διαταμιεύειν τε καὶ κερκίδων ἄρχειν καὶ πάσης ταλασίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme