Book 7
811
ΑΘ. οὐ τοίνυν ἀνίημι. λέγω μὴν ὅτι ποιηταί τε ἡμῖν εἰσίν τινες ἐπῶν ἑξαμέτρων πάμπολλοι καὶ τριμέτρων καὶ πάντων δὴ τῶν λεγομένων μέτρων, οἱ μὲν ἐπὶ σπουδήν, οἱ δʼ ἐπὶ γέλωτα ὡρμηκότες, ἐν οἷς φασι δεῖν οἱ πολλάκις μυρίοι τοὺς ὀρθῶς παιδευομένους τῶν νέων τρέφειν καὶ διακορεῖς ποιεῖν, πολυηκόους τʼ ἐν ταῖς ἀναγνώσεσιν ποιοῦντας καὶ πολυμαθεῖς, ὅλους ποιητὰς ἐκμανθάνοντας· οἱ δὲ ἐκ πάντων κεφάλαια ἐκλέξαντες καί τινας ὅλας ῥήσεις εἰς ταὐτὸν συναγαγόντες, ἐκμανθάνειν φασὶ δεῖν εἰς μνήμην τιθεμένους, εἰ μέλλει τις ἀγαθὸς ἡμῖν καὶ σοφὸς ἐκ πολυπειρίας καὶ πολυμαθίας γενέσθαι. τούτοις δὴ σὺ κελεύεις ἐμὲ τὰ νῦν παρρησιαζόμενον ἀποφαίνεσθαι τί τε καλῶς λέγουσι καὶ τί μή;
811
ΚΛ. πῶς γὰρ οὔ;
811
ΑΘ. τί δή ποτʼ ἂν οὖν περὶ ἁπάντων τούτων ἑνὶ λόγῳ φράζων εἴποιμʼ ἂν ἱκανόν; οἶμαι μὲν τὸ τοιόνδε σχεδόν, ὃ καὶ πᾶς ἄν μοι συγχωρήσειεν, πολλὰ μὲν ἕκαστον τούτων εἰρηκέναι καλῶς, πολλὰ δὲ καὶ τοὐναντίον· εἰ δʼ οὕτω τοῦτʼ ἔχει, κίνδυνόν φημι εἶναι φέρουσαν τοῖς παισὶν τὴν πολυμαθίαν.
811
ΚΛ. πῶς οὖν καὶ τί παραινοίης ἂν τῷ νομοφύλακι;
811
ΑΘ. τοῦ πέρι λέγεις;
811
ΚΛ. τοῦ πρὸς τί παράδειγμά ποτε ἀποβλέψας ἂν τὸ μὲν ἐῴη πάντας μανθάνειν τοὺς νέους, τὸ δʼ ἀποκωλύοι. λέγε καὶ μηδὲν ἀπόκνει λέγων.
811
ΑΘ. ὠγαθὲ Κλεινία, κινδυνεύω κατά γέ τινα τρόπον ηὐτυχηκέναι.
811
ΚΛ. τοῦ δὴ πέρι;