Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 7

819 ΑΘ. λέγω δή· μᾶλλον δὲ ἐρωτῶν σοι δείξω. καί μοι σμικρὸν ἀπόκριναι· γιγνώσκεις που μῆκος;
819 ΚΛ. τί μήν;
819 ΑΘ. τί δέ; πλάτος;
819 ΚΛ. πάντως.
819 ΑΘ. ἦ καὶ ταῦτα ὅτι δύʼ ἐστόν, καὶ τρίτον τούτων βάθος;
819 ΚΛ. πῶς γὰρ οὔ;
819 ΑΘ. ἆρʼ οὖν οὐ δοκεῖ σοι ταῦτα εἶναι πάντα μετρητὰ πρὸς ἄλληλα;
819 ΚΛ. ναί.
820 ΑΘ. μῆκός τε οἶμαι πρὸς μῆκος, καὶ πλάτος πρὸς πλάτος, καὶ βάθος ὡσαύτως δυνατὸν εἶναι μετρεῖν φύσει.
820 ΚΛ. σφόδρα γε.
820 ΑΘ. εἰ δʼ ἔστι μήτε σφόδρα μήτε ἠρέμα δυνατὰ ἔνια, ἀλλὰ τὰ μέν, τὰ δὲ μή, σὺ δὲ πάντα ἡγῇ, πῶς οἴει πρὸς ταῦτα διακεῖσθαι;
820 ΚΛ. δῆλον ὅτι φαύλως.
820 ΑΘ. τί δʼ αὖ μῆκός τε καὶ πλάτος πρὸς βάθος, ἢ πλάτος τε καὶ μῆκος πρὸς ἄλληλα; ὥστε πῶς ἆρʼ οὐ διανοούμεθα περὶ ταῦτα οὕτως Ἕλληνες πάντες, ὡς δυνατά ἐστι μετρεῖσθαι πρὸς ἄλληλα ἁμῶς γέ πως;
820 ΚΛ. παντάπασι μὲν οὖν.
820 ΑΘ. εἰ δʼ ἔστιν αὖ μηδαμῶς μηδαμῇ δυνατά, πάντες δʼ, ὅπερ εἶπον, Ἕλληνες διανοούμεθα ὡς δυνατά, μῶν οὐκ ἄξιον ὑπὲρ πάντων αἰσχυνθέντα εἰπεῖν πρὸς αὐτούς· ὦ βέλτιστοι τῶν Ἑλλήνων, ἓν ἐκείνων τοῦτʼ ἐστὶν ὧν ἔφαμεν αἰσχρὸν μὲν γεγονέναι τὸ μὴ ἐπίστασθαι, τὸ δʼ ἐπίστασθαι τἀναγκαῖα οὐδὲν πάνυ καλόν;
820 ΚΛ. πῶς δʼ οὔ;
820 ΑΘ. καὶ πρὸς τούτοις γε ἄλλα ἔστιν τούτων συγγενῆ, ἐν οἷς αὖ πολλὰ ἁμαρτήματα ἐκείνων ἀδελφὰ ἡμῖν ἐγγίγνεται τῶν ἁμαρτημάτων.
820 ΚΛ. ποῖα δή;
820 ΑΘ. τὰ τῶν μετρητῶν τε καὶ ἀμέτρων πρὸς ἄλληλα ᾗτινι φύσει γέγονεν. ταῦτα γὰρ δὴ σκοποῦντα διαγιγνώσκειν ἀναγκαῖον ἢ παντάπασιν εἶναι φαῦλον, προβάλλοντά τε ἀλλήλοις ἀεί, διατριβὴν τῆς πεττείας πολὺ χαριεστέραν πρεσβυτῶν διατρίβοντα, φιλονικεῖν ἐν ταῖς τούτων ἀξίαισι σχολαῖς.
820 ΚΛ. ἴσως· ἔοικεν γοῦν ἥ τε πεττεία καὶ ταῦτα ἀλλήλων τὰ μαθήματα οὐ πάμπολυ κεχωρίσθαι.
820 ΑΘ. ταῦτα τοίνυν ἐγὼ μέν, ὦ Κλεινία, φημὶ τοὺς νέους δεῖν μανθάνειν· καὶ γὰρ οὔτε βλαβερὰ οὔτε χαλεπά ἐστιν, μετὰ δὲ παιδιᾶς ἅμα μανθανόμενα ὠφελήσει μέν, βλάψει δὲ ἡμῖν τὴν πόλιν οὐδέν. εἰ δέ τις ἄλλως λέγει, ἀκουστέον.
820 ΚΛ. πῶς δʼ οὔ;
820 ΑΘ. ἀλλὰ μὴν ἂν οὕτω ταῦτα ἔχοντα φαίνηται, δῆλον ὡς ἐγκρινοῦμεν αὐτά, μὴ ταύτῃ δὲ φαινόμενα ἔχειν ἀποκριθήσεται.
820 ΚΛ. δῆλον· τί μήν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme