Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 8

848 ΑΘ. τὸ δὲ δωδέκατον μέρος ἕκαστον—οἷον πυρῶν καὶ κριθῶν, οἷσιν δὴ καὶ τὰ ἅπαντα ἀκολουθείτω τὰ ἄλλα ὡραῖα νεμόμενα, καὶ ὅσα ζῷα σύμπαντα πράσιμα ἐν ἑκάστοις ᾖ— τριχῇ διαιρείσθω κατὰ λόγον, ἓν μὲν μέρος τοῖς ἐλευθέροις, ἓν δὲ τοῖς τούτων οἰκέταις· τὸ δὲ τρίτον δημιουργοῖς τε καὶ πάντως τοῖς ξένοις, οἵ τέ τινες αὖ τῶν μετοικούντων ὦσι συνοικοῦντες τροφῆς ἀναγκαίου δεόμενοι, καὶ ὅσοι χρείᾳ τινὶ πόλεως ἤ τινος ἰδιωτῶν εἰσαφικνοῦνται ἑκάστοτε, πάντων τῶν ἀναγκαίων ἀπονεμηθὲν τρίτον μέρος ὤνιον ἐξ ἀνάγκης ἔστω τοῦτο μόνον, τῶν δὲ δύο μερῶν μηδὲν ἐπάναγκες ἔστω πωλεῖν. πῶς οὖν δὴ ταῦτα ὀρθότατα νέμοιτʼ ἄν; πρῶτον μὲν δῆλον ὅτι τῇ μὲν ἴσα, τῇ δʼ οὐκ ἴσα νέμομεν.
848 ΚΛ. πῶς λέγεις;
848 ΑΘ. χείρω που καὶ βελτίω τούτων ἕκαστα ἀνάγκη φύειν καὶ ἐκτρέφειν τὴν γῆν.
848 ΚΛ. πῶς γὰρ οὔ;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme