Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 9

876 ΑΘ. ἓν μὲν γὰρ κατὰ πάντων ἀναγκαῖον ἐπιτρέπειν κρῖναι, τὸ πότερον ἐγένετο ἢ οὐκ ἐγένετο ἕκαστον τούτων· τὸ δὲ μηδὲν ἐπιτρέπειν αὖ περὶ τοῦ τί δεῖ ζημιοῦσθαι καὶ πάσχειν τί χρεὼν τὸν ἀδικήσαντα τούτων τι, ἀλλʼ αὐτὸν περὶ πάντων νομοθετῆσαι σμικρῶν καὶ μεγάλων, σχεδὸν ἀδύνατον.
876 ΚΛ. τίς οὖν ὁ μετὰ τοῦτον λόγος;
876 ΑΘ. ὅδε, ὅτι τὰ μὲν ἐπιτρεπτέον δικαστηρίοις, τὰ δὲ οὐκ ἐπιτρεπτέον, ἀλλʼ αὐτῷ νομοθετητέον.
876 ΚΛ. ποῖα δὴ νομοθετητέον τε καὶ ποῖα ἀποδοτέον κρίνειν τοῖς δικαστηρίοις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme