Thesauros Literature Philosophy Νόμοι

Νόμοι

Νόμοι Plato

Book 9

876 ΑΘ. τάδε δὴ μετὰ ταῦτα ὀρθότατʼ ἂν εἰπεῖν εἴη, ὡς ἐν πόλει ἐν ᾗ δικαστήρια φαῦλα καὶ ἄφωνα, κλέπτοντα τὰς αὑτῶν δόξας, κρύβδην τὰς κρίσεις διαδικάζει καί, ὃ τούτου δεινότερον, ὅταν μηδὲ σιγῶντα ἀλλὰ θορύβου μεστὰ καθάπερ θέατρα ἐπαινοῦντά τε βοῇ καὶ ψέγοντα τῶν ῥητόρων ἑκάτερον ἐν μέρει κρίνῃ, χαλεπὸν τότε πάθος ὅλῃ τῇ πόλει γίγνεσθαι φιλεῖ. τοῖς οὖν δὴ τοιούτοις δικαστηρίοις νομοθετεῖν ὑπό τινος ἀνάγκης ληφθέντα οὐκ εὐτυχὲς μέν, ὅμως δὲ ἐξ ἀνάγκης εἰλημμένον ὅτι περὶ σμικρότατα ἐπιτρεπτέον αὐτοῖς τάττειν τὰς ζημίας, τὰ δὲ πλεῖστα αὐτὸν νομοθετεῖν διαρρήδην, ἄν τις ἄρα τοιαύτῃ πολιτείᾳ νομοθετῇ ποτε· ἐν ᾗ δὲ ἂν πόλει δικαστήρια εἰς δύναμιν ὀρθῶς καθεστῶτα ᾖ, τραφέντων τε εὖ τῶν μελλόντων δικάζειν δοκιμασθέντων τε διὰ πάσης ἀκριβείας, ἐνταῦθα ὀρθὸν καὶ ἔχον εὖ καὶ καλῶς τὸ πολλὰ ἐπιτρέπειν κρίνειν τοῖς τοιούτοις δικασταῖς τῶν ὀφλόντων πέρι, τί χρὴ πάσχειν αὐτοὺς ἢ ἀποτίνειν. ἡμῖν δὴ τὰ νῦν ἀνεμέσητον τὸ μὴ νομοθετεῖν αὐτοῖς τὰ μέγιστα καὶ πλεῖστα, ἃ καὶ φαυλοτέρως ἂν πεπαιδευμένοι δικασταὶ δύναιντο κατιδεῖν καὶ προσάπτειν ἑκάστῳ τῶν ἁμαρτημάτων τὴν ἀξίαν τοῦ πάθους τε καὶ πράξεως· ἐπειδὴ δὲ οἷς ἡμεῖς νομοθετοῦμεν, οὐχ ἥκιστα ἐμμελεῖς αὐτοὺς οἰόμεθʼ ἂν τῶν τοιούτων γίγνεσθαι κριτάς, ἐπιτρεπτέον δὴ τὰ πλεῖστα. οὐ μὴν ἀλλʼ ὅπερ πολλάκις εἴπομέν τε καὶ ἐδράσαμεν ἐν τῇ τῶν ἔμπροσθεν νομοθετήσει νόμων, τὸ περιγραφήν τε καὶ τοὺς τύπους τῶν τιμωριῶν εἰπόντας, δοῦναι τὰ παραδείγματα τοῖσι δικασταῖς τοῦ μήποτε βαίνειν ἔξω τῆς δίκης, τότε τε ἦν ὀρθότατα ἔχον καὶ δὴ καὶ νῦν τοῦτο αὐτὸ ποιητέον, ἐπανελθόντα ἤδη πάλιν ἐπὶ τοὺς νόμους.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme