Thesauros Literature Philosophy Ἐπινομίς

Ἐπινομίς

Ἐπινομίς Plato
986 ΑΘ. οἷον γὰρ εἴ ποτέ τις ἡμῶν ἥλιον ἢ σελήνην ἑωρακὼς ἦν γιγνομένους ἐφορῶντάς τε ἡμᾶς πάντας, καὶ μὴ ἔφραζεν ἀδύνατος ὤν πῃ φράζειν, τιμῆς τε ἀμοίρους ὄντας ἅμα καὶ μὴ προθυμοῖτο τό γε αὑτοῦ μέρος, εἰς ἔντιμον χώραν καταφανεῖς ἄγων αὐτούς, ἑορτάς τε αὐτοῖς γίγνεσθαι ποιεῖν καὶ θυσίας, ἀπολαμβανόμενόν τε χρόνον ἑκάστοις μειζόνων καὶ ἐλαττόνων πολλάκις ἐνιαυτῶν ὥρας διανέμειν, ἆρʼ οὐκ ἂν κακὸς ἑαυτῷ τε καὶ ἄλλῳ τῷ γιγνώσκοντι λεγόμενος ἐν δίκῃ συνεδόκει λέγεσθαί ποτʼ ἄν;
986 ΚΛ. πῶς γὰρ οὔκ, ὦ ξένε; κάκιστος μὲν οὖν.
986 ΑΘ. τοῦτο τοίνυν, ὦ Κλεινία φίλε, περὶ ἐμὲ νῦν γιγνόμενον ἴσθι φανερῶς.
986 ΚΛ. πῶς λέγεις;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme