Thesauros Literature Philosophy Ἐπινομίς

Ἐπινομίς

Ἐπινομίς Plato
986 ΑΘ. ἴστε ὀκτὼ δυνάμεις τῶν περὶ ὅλον οὐρανὸν γεγονυίας ἀδελφὰς ἀλλήλων, ὧν καθεώρακα ἐγώ—καὶ οὐδὲν μέγα διαπέπραγμαι· ῥᾴδιον γὰρ καὶ ἑτέρῳ—τούτων δʼ εἰσὶ τρεῖς αὗται, μία μὲν ἡλίου, μία δὲ σελήνης, μία δὲ τῶν πλανητῶν ἄστρων ὧν ἐμνήσθημεν ὀλίγον ἔμπροσθεν, πέντε δὲ ἕτεραι. ταύτας δὴ πάσας καὶ τούτους τοὺς ἐν ταύταισιν εἴτε αὐτοὺς ἰόντας εἴτε φερομένους ἐν ὀχήμασι πορεύεσθαι ταύτῃ, μηδεὶς ἄλλως ποτὲ νομίσῃ πάντων ἡμῶν ὡς οἱ μὲν θεοί εἰσιν αὐτῶν, οἱ δʼ οὔ, μηδʼ ὡς οἱ μὲν γνήσιοι, οἱ δὲ τοιοῦτοί τινες οἵους οὐδὲ θέμις εἰπεῖν ἡμῶν οὐδενί, πάντες δὲ δὴ πάντας λέγωμέν τε καὶ φῶμεν ἀδελφούς τʼ εἶναι καὶ ἐν ἀδελφαῖς μοίραις, καὶ τιμὰς ἀποδιδῶμεν μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τοῖς δὲ μήτε τινὰ μοῖραν τάττωμεν μήτε τινὰ χρόνον ἐν ᾧ διεξέρχεται τὸν αὑτοῦ πόλον, συναποτελῶν κόσμον ὃν ἔταξεν λόγος ὁ πάντων θειότατος ὁρατόν· ὃν ὁ μὲν εὐδαίμων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα δὲ ἔρωτα ἔσχεν τοῦ καταμαθεῖν ὁπόσα θνητῇ φύσει δυνατά, ἡγούμενος ἄρισθʼ οὕτως εὐτυχέστατά τε διάξειν τὸν βίον τελευτήσας τε εἰς τόπους ἥξειν προσήκοντας ἀρετῇ, καὶ μεμυημένος ἀληθῶς τε καὶ ὄντως, μεταλαβὼν φρονήσεως εἷς ὢν μιᾶς, τὸν ἐπίλοιπον χρόνον θεωρὸς τῶν καλλίστων γενόμενος, ὅσα κατʼ ὄψιν, διατελεῖ. νῦν δὴ τὸ μετὰ τοῦθʼ ἡμῖν λοιπὸν λέγειν ὅσοι τʼ εἰσίν, καὶ τίνες· οὐ γὰρ μήποτε φανῶμεν ψευδεῖς. βεβαίως δὴ διισχυρίζομαι τό γε τοσοῦτον. λέγω γὰρ πάλιν ὀκτὼ μὲν εἶναι, τῶν δὲ ὀκτὼ τρεῖς μὲν εἰρῆσθαι, πέντε δʼ ἔτι λοιπάς. ἡ τετάρτη δὲ φορὰ καὶ διέξοδος ἅμα καὶ πέμπτη τάχει μὲν ἡλίῳ σχεδὸν ἴση, καὶ οὔτε βραδυτέρα οὔτε θάττων τό γʼ ἐπίπαν. δεῖ τούτων τριῶν ὄντων τὸν νοῦν ἱκανὸν ἔχοντα ἡγεῖσθαι. λέγωμεν δὴ ταύτας ἡλίου τʼ εἶναι καὶ ἑωσφόρου, καὶ τρίτου—ὡς μὲν ὀνόματι φράζειν οὐκ ἔστιν διὰ τὸ μὴ γιγνώσκεσθαι, τούτου δʼ αἴτιος ὁ πρῶτος ταῦτα κατιδὼν βάρβαρος ὤν·

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme