Book 1
1.29
ὁ δὲ τῷΔ ιδυμεῖ Ἀπόλλωνι ἀπέστειλεν, εἰπὼν οὕτω κατὰ τὸν Καλλίμαχον· Θαλῆς με τῷ μεδεῦντι Νείλεω δήμου δίδωσι, τοῦτο δὶς λαβὼν ἀριστεῖον. τὸ δὲ πεζὸν οὕτως ἔχει· Θαλῆς Ἐξαμύου Μιλήσιος Ἀπόλλωνι Δελφινίῳ Ἑλλήνων ἀριστεῖον δὶς λαβών. ὁ δὲ περιενεγκὼν τὴν φιάλην τοῦ Βαθυκλέους παῖς Θυρίων ἐκαλεῖτο, καθά φησιν Ἔλευσις ἐν τῷ Περὶ Ἀχιλλέως καὶ Ἀλέξων ὁ Μύνδιος ἐν ἐνάτῳ Μυθικῶν.
1.29
Εὔδοξος δʼ ὁ Κνίδιος καὶ Εὐάνθης ὁ Μιλήσιός φασι τῶν Κροίσου τινὰ φίλων λαβεῖν παρὰ τοῦ βασιλέως ποτήριον χρυσοῦν, ὅπως δῷ τῷ σοφωτάτῳ τῶν Ἑλλήνων· τὸν δὲ δοῦναι Θαλῇ.
1.30
Καὶ περιελθεῖν εἰς Χίλωνα, ὃν πυνθάνεσθαι τοῦ Πυθίου τίς αὑτοῦ σοφώτερος· καὶ τὸν ἀνελεῖνἀνειπεῖν vulg.: corr. H. Richards. Μύσωνα, περὶ οὗ λέξομεν. (τοῦτον οἱ περὶ τὸν Εὔδοξον ἀντὶ Κλεοβούλου τιθέασι, Πλάτων δʼ ἀντὶ Περιάνδρου.) περὶ αὐτοῦ δὴ τάδε ἀνεῖλενἀνεῖπεν vulg.: corr. H. Richards. ὁ Πύθιος· Οἰταῖόν τινα φημὶ Μύσωνʼ ἐνὶ Χηνὶ γενέσθαι σοῦ μᾶλλον πραπίδεσσιν ἀρηρότα πευκαλίμῃσιν. ὁ δʼ ἐρωτήσας ἦν Ἀνάχαρσις. Δαΐμαχος δʼ ὁ Πλατωνικὸς καὶ Κλέαρχος φιάλην ἀποσταλῆναι ὑπὸ Κροίσου Πιττακῷ καὶ οὕτω περιενεχθῆναι.
1.30
Ἄνδρων δʼ ἐν τῷ Τρίποδι Ἀργείους ἆθλον ἀρετῆς τῷ σοφωτάτῳ τῶν Ἑλλήνων τρίποδα θεῖναι· κριθῆναι δὲ Ἀριστόδημον Σπαρτιάτην, ὃν παραχωρῆσαι Χίλωνι.
1.31
μέμνηται τοῦ Ἀριστοδήμου καὶ Ἀλκαῖος οὕτως· ὣς γὰρ δή ποτʼ Ἀριστόδαμόν φασʼ οὐκ ἀπάλαμνον ἐν Σπάρτᾳ λόγον εἰπεῖν· χρήματʼ ἀνήρ, πενιχρὸς δʼ οὐδεὶς πέλετʼ ἐσλός. ἔνιοι δέ φασιν ὑπὸ Περιάνδρου Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ πλοῖον ἔμφορτον ἀποσταλῆναι· τοῦ δὲ περὶ τὴν Κῴαν θάλασσαν ναυαγήσαντος, ὕστερον εὑρεθῆναι πρός τινων ἁλιέων τὸν τρίποδα. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι καὶ ἀνενεχθέντα εἰς ἄστυ γενομένης ἐκκλησίας Βίαντι πεμφθῆναι·
1.32
διὰ τί δέ, ἐν τῷ περὶ Βίαντος λέξομεν.