Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 2

5.31 Χαρμίδου τε οἰκέτας αὐτῷ διδόντος, ἵνʼ ἀπʼ αὐτῶν προσοδεύοιτο, οὐχ εἵλετο· καὶ τὸ κάλλος ὑπερεῖδεν Ἀλκιβιάδου κατά τινας. καὶ ἐπῄνει σχολὴν ὡς κάλλιστον κτημάτων, καθὰ καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ ἓν μόνον ἀγαθὸν εἶναι, τὴν ἐπιστήμην, καὶ ἓν μόνον κακόν, τὴν ἀμαθίαν· πλοῦτον δὲ καὶ εὐγένειαν οὐδὲν σεμνὸν ἔχειν· πᾶν δὲ τοὐναντίον κακόν. εἰπόντος γοῦν τινος αὐτῷ ὡς εἴη Ἀντισθένης μητρὸς Θρᾴττης, σὺ δʼ ᾤου, ἔφη, οὕτως ἂν γενναῖον ἐκ δυοῖν Ἀθηναίων γενέσθαι; Φαίδωνα δὲ διʼ αἰχμαλωσίαν ἐπʼ οἰκήματος καθήμενον προσέταξε Κρίτωνι λυτρώσασθαι, καὶ φιλόσοφον ἀπειργάσατο.
5.32 Ἀλλὰ καὶ λυρίζειν ἐμάνθανεν ἤδη γηραιός, ἤδη γηραιός] corr. Cobet: ὁτὲ καιρός vulg.· ὁτὲ 〈οὐκέτι〉 καιρός Reiske. μηδὲν λέγων ἄτοπον εἶναι ἅ τις μὴ οἶδεν ἐκμανθάνειν. ἔτι τε ὠρχεῖτο συνεχές, τῇ τοῦ σώματος εὐεξίᾳ λυσιτελεῖν ἡγούμενος τὴν τοιαύτην γυμνασίαν, ὡς καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ προσημαίνειν τὸ δαιμόνιον τὰ μέλλοντα αὐτῷ· τό τε εὖ [ἄρχεσθαι] μικρὸν μὲν μὴ εἶναι, παρὰ μικρὸν δέ· καὶ εἰδέναι μὲν μηδὲν πλὴν αὐτὸ τοῦτο [εἰδέναι]. τούς τε τὰ πρώϊμα πολλοῦ ἐωνημένους ἀπογινώσκειν ἔλεγεν εἰς τὰς ὥρας ἐλθεῖν. καί ποτε ἐρωτηθείς, τίς ἀρετὴ νέου, τὸ μηδὲν ἄγαν, εἶπεν. ἔφασκέ τε δεῖν γεωμετρεῖν μέχρι ἄν τις μέτρῳ δύνηται γῆν παραλαβεῖν καὶ παραδοῦναι.
5.33 Εὐριπίδου δʼ ἐν τῇ Αὔγῃ εἰπόντος περὶ ἀρετῆς, κράτιστον εἰκῆ ταῦτʼ ἐᾶν ἀφειμένα, ἀναστὰς ἐξῆλθε, φήσας γελοῖον εἶναι ἀνδράποδον μὲν μὴ εὑρισκόμενον ἀξιοῦν ζητεῖν, ἀρετὴν δʼ οὕτως ἐᾶν ἀπολωλέναι. ἐρωτηθεὶς πότερον γῆμαι ἢ μή, ἔφη, ὃ ἂν αὐτῶν ποιήσῃς, μεταγνώσῃ. ἐλεγέ τε θαυμάζειν τῶν τὰς λιθίνας εἰκόνας κατασκευαζομένων τοῦ μὲν λίθου προνοεῖν ὅπως ὁμοιότατος ἔσται, αὑτῶν δʼ ἀμελεῖν, ὡς μὴ ὁμοίους τῷ λίθῳ φαίνεσθαι. ἠξίου δὲ καὶ τοὺς νέους συνεχὲς κατοπτρίζεσθαι, ἵνʼ εἰ μὲν καλοὶ εἶεν, ἄξιοι γίγνοιντο· εἰ δʼ αἰσχροί, παιδείᾳ τὴν δυσείδειαν ἐπικαλύπτοιεν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme