Book 2
8.74
Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, ἆρά γε, εἶπε, μή τι διενέγκαι 〈ἂν〉 οἰκίαν λαβεῖν ἐν ᾗ πολλοί ποτε ᾤκησαν ἢ μηδείς, εἰπόντος δὲ οὔ, τί δὲ πλεῦσαι ἐν νηῒ ᾗ μυρίοι ποτὲ ἐνέπλευσαν ἢ μηδείς; οὐδαμῶς. οὐδʼ ἄρα γυναικί, ἔφη, συνεῖναι ᾗ πολλοὶ κέχρηνται ἢ μηδείς. πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, καὶ μάλα, εἶπε· καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν· εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δʼ Εὐτυχίδην ἀργυρώνητον. ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν τῷ δευτέρῳ τῶν Διαδοχῶν.
8.75
πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, ἔχω [Λαΐδα], ἀλλʼ οὐκ ἔχομαι· ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι. πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν ἔφη, σὺ δʼ οὐκ ἂν τριωβόλου ταῦτʼ ἐπρίω; ὁμολογήσαντος δέ, οὐκέτι τοίνυν, ἔφη, φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος. Σίμου ποτὲ τοῦ Διονυσίου ταμίου πολυτελεῖς οἴκους αὐτῷ καὶ λιθοστρώτους δεικνύντοσ—ἦν δὲ Φρὺξ καὶ ὄλεθροσ—ἀναχρεμψάμενος προσέπτυσε τῇ ὄψει· τοῦ δʼ ἀγανακτήσαντος, οὐκ εἶχον, εἶπε, τόπον ἐπιτηδειότερον.
8.76
Πρὸς Χαρώνδαν εἰπόντα, οἱ δὲ πρὸς Φαίδωνα, τίς ὁ μεμυρισμένος; ἐγώ, φησίν, ὁ κακοδαίμων, κἀμοῦ κακοδαιμονέστερος ὁ Περσῶν βασιλεύς. ἀλλʼ ὅρα μὴ ὡς οὐδὲν τῶν ἄλλων ζῴων παρὰ τοῦτό τι ἐλαττοῦται, οὕτως οὐδʼ ἂν ὁ ἄνθρωπος. κακοὶ κακῶς δʼ ἀπόλοιντο οἱ κίναιδοι, οἵτινες καλὸν ἡμῖν ἄλειμμα διαβάλλουσιν. ἐρωτώμενος πῶς ἀπέθανε Σωκράτης, ἔφη, ὡς ἂν ἐγὼ εὐξαίμην. Πολυξένου ποτὲ τοῦ σοφιστοῦ εἰσελθόντος πρὸς αὐτὸν καὶ θεασαμένου γυναῖκάς τε καὶ πολυτελῆ ὀψωνίαν, ἔπειτα αἰτιασαμένου, μικρὸν διαλιπών, δύνασαι, ἔφη, καὶ σὺ σήμερον μεθʼ ἡμῶν γενέσθαι;