Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 2

11.118 ἀλλὰ καὶ ἰσχάδα προτείναντος αὐτῷ ποτε καὶ ἐρώτημα, δεξάμενον καταφαγεῖν· τοῦ δέ, ὦ Ἡράκλεις, εἰπόντος, ἀπολώλεκα τὴν ἰσχάδα· οὐ μόνον, ἔφη, ἀλλὰ καὶ τὸ ἐρώτημα, οὗ ἦν ἀρραβὼν ἡ ἰσχάς. πάλιν δὲ ἰδὼν τὸν Κράτητα χειμῶνος συγκεκαυμένον, ὦ Κράτης, εἶπε, δοκεῖς μοι χρείαν ἔχειν ἱματίου καινοῦ. [ὅπερ ἦν νοῦ καὶ ἱματίου.] καὶ τὸν ἀχθεσθέντα παρῳδῆσαι εἰς αὐτὸν οὕτω· καὶ μὴν Στίλπωνʼ εἰσεῖδον χαλέπʼ ἄλγεʼ ἔχοντα ἐν Μεγάροις, ὅθι φασὶ Τυφωέος ἔμμεναι εὐνάς. ἔνθα τʼ ἐρίζεσκεν, πολλοὶ δʼ ἀμφʼ αὐτὸν ἑταῖροι· τὴν δʼ ἀρετὴν παρὰ γράμμα διώκοντες κατέτριβον.
11.119 Λέγεται δʼ οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους, ὥστʼ ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. καί τινος εἰπόντος, Στίλπων, θαυμάζουσί σε ὡς θηρίον, οὐ μὲν οὖν, εἰπεῖν, ἀλλʼ ὡς ἄνθρωπον ἀληθινόν. δεινὸς δʼ ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα· οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε· τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδʼ ἄρα τόνδε. καὶ πάλιν· τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον· λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. φασὶ δʼ αὐτὸν ὁμιλοῦντα Κράτητι μετάξὺ σπεῦσαι ἰχθῦς πρίασθαι· τοῦ δʼ ἐπισπωμένου καὶ φάσκοντος, καταλείπεις τὸν λόγον; οὐκ ἔγωγε, ἔφη, ἀλλὰ τὸν μὲν λόγον ἔχω, σὲ δὲ καταλείπω· ὁ μὲν γὰρ λόγος περιμενεῖ, τὸ δʼ ὄψον πεπράσεται.
11.120 Φέρονται δʼ αὐτοῦ διάλογοι ἐννέα ψυχροί· Μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. τούτου φησὶν Ἡρακλείδης καὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνοι.
11.120 Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν· τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δʼ ἴσως, γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν· ἀλλʼ οἶνον εὗρε τῆς κακῆς συνωρίδος φέρτερον ἡνίοχν· 〈χανδὸν〉 πιὼν γὰρ ἤλασεν. προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ·
11.120 Στίλπωνός ἐστι βύσμαθʼ ὁ Χαρίνου λόγος.

Κεφ. ιβ′. ΚΡΙΤΩΝ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme