Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 3

1.77 τὰς μὲν γὰρ αἰτίας καὶ πρὸ τῆς οὐρανοποιίας δύο εἶναι καὶ τρίτην γένεσιν, ἀλλʼ οὐ σαφεῖς, ἴχνη δὲ μόνον καὶ ἀτάκτους· ἐπειδὴ δὲ ὁ κόσμος ἐγένετο, λαβεῖν καὶ ταύτας τάξιν. ἐξ ἁπάντων δὲ τῶν ὑπαρχόντων σωμάτων γενέσθαι τὸν οὐρανόν. δοκεῖ δʼ αὐτῷ τὸν θεὸν ὡς καὶ τὴν ψυχὴν ἀσώματον εἶναι· οὕτω γὰρ μάλιστα φθορᾶς καὶ πάθους ἀνεπίδεκτον ὑπάρχειν. τὰς δὲ ἰδέας ὑφίσταται, καθὰ καὶ προείρηται, αἰτίας τινὰς καὶ ἀρχὰς τοῦ τοιαῦτʼ εἶναι τὰ φύσει συνεστῶτα, οἷάπερ ἐστὶν αὐτά.
1.78 Περὶ δὲ ἀγαθῶν ἢ κακῶν τοιαῦτα ἔλεγε. τέλος μὲν εἶναι τὴν ἐξομοίωσιν τῷ θεῷ. τὴν δʼ ἀρετὴν αὐτάρκη μὲν εἶναι πρὸς εὐδαιμονίαν. ὀργάνων δὲ προσδεῖσθαι τῶν περὶ σῶμα πλεονεκτημάτων, ἰσχύος, ὑγιείας, εὐαισθησίας, τῶν ὁμοίων· καὶ τῶν ἐκτός, οἷον πλούτου καὶ εὐγενείας καὶ δόξης. οὐδὲν δὲ ἧττον εὐδαίμονα ἔσεσθαι τὸν σοφόν, κἂν ταῦτα μὴ παρῇ. πολιτεύσεσθαι αὖ καὶ γαμήσειν καὶ τοὺς κειμένους νόμους οὐ παραβήσεσθαι· ἐκ δὲ τῶν ἐνδεχομένων καὶ νομοθετήσειν τῇ ἑαυτοῦ πατρίδι, ἐὰν μὴ τέλεον εὐπαραίτητα ἀπαραίτητα Casaubon. ὁρᾷ τὰ πράγματα ἐν ὑπερβαλλούσῃ διαφθορᾷ δήμου.
1.79 οἴεται δὲ καὶ θεοὺς ἐφορᾶν τὰ ἀνθρώπινα καὶ δαίμονας εἶναι. ἔννοιάν τε καλοῦ πρῶτος ἀπεφήνατο τὴν ἐχομένην τοῦ ἐπαινετοῦ καὶ λογικοῦ καὶ χρησίμου καὶ πρέποντος καὶ ἁρμόττοντος· ἅπερ πάντα ἔχεσθαι τοῦ ἀκολούθου τῇ φύσει καὶ ὁμολογουμένου.
1.79 Διελέξατο δὲ καὶ περὶ ὀνομάτων ὀρθότητος· ὥστε καὶ τὴν ἐπιστήμην τοῦ ὀρθῶς ἀποκρίνεσθαι καὶ ἐρωτᾶν πρῶτον αὐτὸν διασυστῆσαι κατακόρως χρησάμενον. ἐν δὲ τοῖς διαλόγοις καὶ τὴν δικαιοσύνην θεοῦ νόμον ὑπελάμβανεν ὡς ἰσχυροτέραν προτρέψαι τὰ δίκαια πράττειν, ἵνα μὴ καὶ μετὰ θάνατον δίκας ὑπόσχοιεν ὡς κακοῦργοι.
1.80 ὅθεν καὶ μυθικώτερος ἐνίοις ὑπελήφθη τοῖς συγγράμμασιν ἐγκαταμίξας τὰς τοιαύτας διηγήσεις, ὅπως διὰ † τοῦ ἀδήλου τρόπου τοῦ ἔχειν τὰ μετὰ τὸν θάνατον οὕτως ἀπέχωνται τῶν ἀδικημάτων. καὶ ταῦτα μὲν ἦν αὐτῷ τὰ ἀρέσκοντα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme