Book 3
1.89
ἄλλο εἶδος, ἐὰν αὐτός τις ᾖ γεννάδας τὴν ψυχὴν καὶ μεγαλόψυχος· καὶ τοῦτον εὐγενῆ φασι· καὶ τῆς γε εὐγενείας αὕτη κρατίστη. τῆς ἄρα εὐγενείας τὸ μὲν ἀπὸ προγόνων ἐπιεικῶν, τὸ δὲ δυναστῶν, τὸ δὲ ἐνδόξων, τὸ δʼ ἀπὸ τῆς αὐτοῦ καλοκαγαθίας.
1.89
Τὸ κάλλος διαιρεῖται εἰς τρία· ἓν μὲν γὰρ αὐτοῦ ἐστιν ἐπαινετόν, οἷον ἡ διὰ τῆς ὄψεως εὐμορφία· ἄλλο δὲ χρηστικόν, οἷον ὄργανον καὶ οἰκία καὶ τὰ τοιαῦτα πρὸς χρῆσίν ἐστι καλά· τὸ δὲ πρὸς νόμους καὶ ἐπιτηδεύματα καὶ τὰ τοιαῦτα, 〈ἃ〉 πρὸς ὠφέλειάν ἐστι καλά. τοῦ ἄρα κάλλους τὸ μέν ἐστι πρὸς ἔπαινον, τὸ δὲ πρὸς χρῆσιν, τὸ δὲ πρὸς ὠφέλειαν.
1.90
Ἡ ψυχὴ διαιρεῖται εἰς τρία· τὸ μὲν γὰρ αὐτῆς ἐστι λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν. τούτων δὲ τὸ μὲν λογιστικόν ἐστιν αἴτιον τοῦ βουλεύεσθαί τε καὶ λογίζεσθαι καὶ διανοεῖσθαι καὶ πάντων τῶν τοιούτων· τὸ δʼ ἐπιθυμητικὸν μέρος ἐστὶ τῆς ψυχῆς αἴτιον τοῦ ἐπιθυμεῖν φαγεῖν καὶ τοῦ πλησιάσαι καὶ τῶν τοιούτων πάντων. τὸ δὲ θυμικὸν μέρος αἴτιόν ἐστι τοῦ θαρρεῖν καὶ ἥδεσθαι καὶ λυπεῖσθαι καὶ ὀργίζεσθαι. τῆς ἄρα ψυχῆς ἐστι τὸ μὲν λογιστικόν, τὸ δὲ ἐπιθυμητικόν, τὸ δὲ θυμικόν.
1.90
Τῆς τελείας ἀρετῆς εἴδη τέτταρα· ἓν μὲν φρόνησις, ἓν δὲ δικαιοσύνη, ἄλλο δʼ ἀνδρεία, τέταρτον σωφροσύνη.
1.91
τούτων ἡ μὲν φρόνησις αἰτία τοῦ πράττειν ὀρθῶς τὰ πράγματα· ἡ δὲ δικαιοσύνη τοῦ ἐν ταῖς κοινωνίαις καὶ τοῖς συναλλάγμασι δικαιοπραγεῖν· ἡ δὲ ἀνδρεία τοῦ ἐν τοῖς κινδύνοις καὶ φοβεροῖς μὴ ἐξίστασθαι ποιεῖν, ἀλλὰ μένειν· ἡ δὲ σωφροσύνη τοῦ κρατεῖν τῶν ἐπιθυμιῶν καὶ ὑπὸ μηδεμιᾶς ἡδονῆς δουλοῦσθαι, ἀλλὰ κοσμίως ζῆν. τῆς ἀρετῆς ἄρα τὸ μέν ἐστι φρόνησις, ἄλλο δικαιοσύνη, τρίτον ἀνδρεία, τέταρτον σωφροσύνη.
1.91
Ἡ ἀρχὴ διαιρεῖται εἰς μέρη πέντε· ἓν μὲν εἰς τὸ κατὰ νόμον, ἓν δὲ εἰς τὸ κατὰ φύσιν, ἓν δὲ εἰς τὸ κατὰ ἔθος, τέταρτον εἰς τὸ κατὰ γένος, πέμπτον δὲ κατὰ βίαν.