Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 3

1.107 Τῶν ὄντων ἐστὶ τὰ μὲν μεριστά, τὰ δὲ ἀμέριστα. τούτων δὲ τῶν μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ. ἀμερῆ μὲν οὖν ἐστιν ὅσα μὴ ἔχει διαίρεσιν μηδὲ ἔκ τινος σύγκειται, οἷον ἥ τε μονὰς καὶ ἡ στιγμὴ καὶ ὁ φθόγγος· μεριστὰ δὲ ὅσα ἔκ τινος σύγκειται, οἷον αἵ τε συλλαβαὶ καὶ συμφωνίαι καὶ ζῷα καὶ ὕδωρ καὶ χρυσός.
1.108 ὁμοιομερῆ ὅσα ἐξ ὁμοίων σύγκειται καὶ μηδὲν διαφέρει τὸ ὅλον τοῦ μέρους εἰ μὴ τῷ πλήθει, οἷον τὸ ὕδωρ καὶ τὸ χρυσίον καὶ πᾶν τὸ χυτὸν καὶ τὸ τοιοῦτον. ἀνομοιομερῆ δὲ ὅσα ἐξ ἀνομοίων μερῶν σύγκειται, οἷον οἰκία καὶ τὰ τοιαῦτα. τῶν ὄντων ἄρα τὰ μέν ἐστι μεριστά, τὰ δὲ ἀμερῆ· τῶν δὲ μεριστῶν τὰ μὲν ὁμοιομερῆ, τὰ δὲ ἀνομοιομερῆ.
1.108 Τῶν ὄντων τὰ μέν ἐστι καθʼ ἑαυτά, τὰ δὲ πρός τι λέγεται. τὰ μὲν οὖν καθʼ ἑαυτὰ λεγόμενά ἐστιν ὅσα ἐν τῇ ἑρμηνείᾳ μηδενὸς προσδεῖται· ταῦτα δʼ ἂν εἴη οἷον ἄνθρωπος, ἵππος καὶ τἆλλα ζῷα.
1.109 τούτων γὰρ οὐδὲν διʼ ἑρμηνείας χωρεῖ. τῶν δὲ πρός τι λεγομένων ὅσα προσδεῖταί τινος ἑρμηνείας, οἷον τὸ μεῖζόν τινος καὶ τὸ θᾶττόν τινος καὶ τὸ κάλλιον καὶ τὰ τοιαῦτα· τό τε γὰρ μεῖζον ἐλάττονός ἐστι μεῖζον καὶ τὸ θᾶττόν τινός ἐστι 〈θᾶττον〉. τῶν ὄντων ἄρα τὰ μὲν αὐτὰ καθʼ αὑτὰ λέγεται, τὰ δὲ πρός τι. ὧδε καὶ τὰ πρῶτα διῄρει κατὰ τὸν Ἀριστοτέλην.
1.109 Γέγονε δὲ καὶ ἄλλος Πλάτων φιλόσοφος Ῥόδιος, μαθητὴς Παναιτίου, καθά φησι Σέλευκος ὁ γραμματικὸς ἐν πρώτῳ Περὶ φιλοσοφίας· καὶ ἄλλος, περιπατητικός, μαθητὴς Ἀριστοτέλους· καὶ ἕτερος Πραξιφάνους· καὶ ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητής.
← Previous 34 / 34

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme