Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 3

1.10 ὡς ἐξ ὧν ἄν τις ἀνέλῃ τὸν ἀριθμόν, τούτων οὔτε ἴσων οὔτε τινῶν οὔτε ποσῶν οὔτε ποιῶν ὄντων. ταῦτα δʼ ἐστὶν ὧν ἀεὶ γένεσις, οὐσία δὲ μηδέποτε πέφυκε. νοητὸν δὲ ἐξ οὗ μηθὲν ἀπογίνεται μηδὲ προσγίνεται. τοῦτο δʼ ἐστὶν ἡ τῶν ἀιδίων φύσις, ἣν ὁμοίαν τε καὶ τὴν αὐτὴν ἀεὶ συμβέβηκεν εἶναι. καὶ μὴν ὅ γε Ἐπίχαρμος περὶ τῶν αἰσθητῶν καὶ νοητῶν ἐναργῶς εἴρηκεν· — ἀλλʼ ἀεί τοι θεοὶ παρῆσαν χὐπέλιπον οὐ πώποκα, τάδε δʼ ἀεὶ πάρεσθʼ ὁμοῖα διά τε τῶν αὐτῶν ἀεί. — ἀλλὰ λέγεται μὰν χάος πρᾶτον γενέσθαι τῶν θεῶν. — πῶς δέ κα; μὴ ἔχον γʼ ἀπὸ τίνος μηδʼ ἐς ὅ τι πρᾶτον μόλοι. — οὐκ ἄρʼ ἔμολε πρᾶτον οὐθέν; — οὐδὲ μὰ Δία δεύτερον,
1.11 τῶνδέ γε ὧν ἁμὲς νῦν ὧδε λέγομες ἀλλʼ ἀεὶ τάδʼ ἦν λέγω μέλλει τάδ’ εἶναι codd.: copp. Bergk. . . . αἰ πὸτ ἀριθμόν τις περισσόν, αἰ δὲ λῇς, πὸτ ἄρτιον, ποτθέμειν λῇ ψᾶφον ἢ καὶ τᾶν ὑπαρχουσᾶν λαβεῖν, ἦ δοκεῖ κά τοί γʼ ἔθʼ ωὑτὸς εἶμεν;—οὐκ ἐμίν γα κά. — οὐδὲ μὰν οὐδʼ αἰ ποτὶ μέτρον παχυαῖον ποτθέμειν λῇ τις ἕτερον μᾶκος ἢ τοῦ πρόσθʼ ἐόντος ἀποταμεῖν, ἔτι χʼ ὑπάρχοι κῆνο τὸ μέτρον; — οὐ γάρ. — ὧδε νῦν ὅρη καὶ τὸς ἀνθρώπως· ὁ μὲν γὰρ αὔξεθʼ, ὁ δέ γα μὰν φθίνει, ἐν μεταλλαγᾷ δὲ πάντες ἐντὶ πάντα τὸν χρόνον. ὃ δὲ μεταλλάσσει κατὰ φύσιν κοὔποκʼ ἐν ταὐτῷ μένει, ἕτερον εἴη κα τόδʼ 〈ἀ〉εὶ τῶ παρεξεστακότος. καὶ τὺ δὴ κἀγὼ χθὲς ἄλλοι καί νυν ἄλλοι τελέθομες καὖθις ἄλλοι κοὔποχʼ ωὑτοὶ κατά 〈γα τοῦτον〉 τὸν λόγον.
1.12 Ἔτι φησὶν ὁ Ἄλκιμος καὶ ταυτί· “φασὶν οἱ σοφοὶ τὴν ψυχὴν τὰ μὲν διὰ τοῦ σώματος αἰσθάνεσθαι οἷον ἀκούουσαν, βλέπουσαν, τὰ δʼ αὐτὴν καθʼ αὑτὴν ἐνθυμεῖσθαι μηδὲν τῷ σώματι χρωμένην· διὸ καὶ τῶν ὄντων τὰ μὲν αἰσθητὰ εἶναι, τὰ δὲ νοητά. ὧν ἕνεκα καὶ Πλάτων ἔλεγεν, ὅτι δεῖ τοὺς συνιδεῖν τὰς τοῦ παντὸς ἀρχὰς ἐπιθυμοῦντας πρῶτον μὲν αὐτὰς καθʼ αὑτὰς διελέσθαι τὰς ἰδέας, οἷον ὁμοιότητα καὶ μονάδα καὶ πλῆθος καὶ μέγεθος καὶ στάσιν καὶ κίνησιν· δεύτερον αὐτὸ καθʼ αὑτὸ τὸ

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme