Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 4

9.66 Λέγεται καὶ τὰς ὄψεις νυκτὸς ὑποχυθῆναι καὶ ἀγνοεῖν· κελεῦσαί τε τὸν παῖδα λύχνον ἅψαι· εἰσκομίσαντος δὲ καὶ εἰπόντος, κεκόμικα, οὐκοῦν, εἰπεῖν, σὺ ἀναγίνωσκε.
9.66 Τούτου πολλοὶ μὲν καὶ ἄλλοι γεγόνασι μαθηταί, ἐλλογιμώτατος δὲ Κλειτόμαχος· περὶ οὗ καὶ λεκτέον.
9.66 Γέγονε μέντοι καὶ ἄλλος Καρνεάδης, ἐλεγείας ποιητὴς ψυχρός.

Κεφ. ι′. ΚΛΕΙΤΟΜΑΧΟΣ

10.67 Κλειτόμαχος Καρχηδόνιος. οὗτος ἐκαλεῖτο μὲν Ἀσδρούβας καὶ τῇ ἰδίᾳ φωνῇ κατὰ τὴν πατρίδα ἐφιλοσόφει. ἐλθὼν δʼ εἰς Ἀθήνας ἤδη τετταράκοντʼ ἔτη γεγονὼς ἤκουσε Καρνεάδου· κἀκεῖνος ἀποδεξάμενος αὐτοῦ τὸ φιλόπονον γράμματά τʼ ἐποίησε μαθεῖν καὶ συνήσκει τὸν ἄνδρα. ὁ δὲ εἰς τοσοῦτον ἤλασεν ἐπιμελείας, ὥστε ὑπὲρ τὰ τετρακόσια βιβλία συνέγραψε. καὶ διεδέξατο τὸν Καρνεάδην καὶ τὰ αὐτοῦ μάλιστα διὰ τῶν συγγραμμάτων ἐφώτισεν. ἀνὴρ ἐν ταῖς τρισὶν αἱρέσεσι διαπρέψας, ἔν τε τῇ Ἀκαδημαϊκῇ καὶ περιπατητικῇ καὶ στωικῇ.
10.67 Καθόλου δὲ τοὺς Ἀκαδημαϊκοὺς ὁ Τίμων οὕτω διασύρει· οὐδʼ Ἀκαδημιακῶν πλατυρημοσύνης ἀναλίστου.
10.67 Ἡμεῖς δὲ τοὺς Ἀκαδημαϊκοὺς τοὺς ἀπὸ Πλάτωνος διεληλυθότες ἔλθωμεν ἐπὶ τοὺς ἀπὸ Πλάτωνος περιπατητικούς, ὧν ἦρξεν Ἀριστοτέλης.
← Previous 23 / 23

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme