Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 5

2.41 ἡμεῖς γὰρ ὁπότʼ ἀρχόμεθα ζῆν, τότʼ ἀποθνήσκομεν. οὐδὲν οὖν ἀλυσιτελέστερόν ἐστι φιλοδοξίας. ἀλλʼ εὐτυχεῖτε καὶ ἤτοι τὸν λόγον ἄφετε—πολὺς γὰρ ὁ πόνοσ—ἢ καλῶς αὐτοῦ πρόστητε· μεγάλη γὰρ ἡ δόξα. τὸ δὲ κενὸν τοῦ βίου πλέον τοῦ συμφέροντος. ἀλλʼ ἐμοὶ μὲν οὐκέτʼ ἐκποιεῖ βουλεύεσθαι τί πρακτέον, ὑμεῖς δʼ ἐπισκέψασθε τί ποιητέον. ταῦτα, φασίν, εἰπὼν ἀπέπνευσε· καὶ αὐτόν, ὡς ὁ λόγος, Ἀθηναῖοι πανδημεὶ παρέπεμψαν ποσί, τὸν ἄνδρα τιμήσαντες. Φαβωρῖνος δέ φησι γηράσαντα αὐτὸν ἐν φορείῳ περιφέρεσθαι· καὶ τοῦτο λέγειν Ἕρμιππον, παρατιθέμενον ἱστορεῖν Ἀρκεσίλαον τὸν Πιταναῖον ἐν οἷς ἔφασκε πρὸς Λακύδην τὸν Κυρηναῖον.
2.42 Καταλέλοιπε δὲ βιβλία καὶ αὐτὸς ὅτι μάλιστα πάμπλειστα, ἃ καὶ αὐτὰ ἄξιον ἡγησάμην ὑπογράψαι διὰ τὸ πάσης ἀρετῆς πεπληρῶσθαι. ἔστι δὲ τάδε· Ἀναλυτικῶν προτέρων α′ β′ γ′. Ἀναλυτικῶν ὑστέρων α′ β′ γ′ δ′ ε′ ς′ ζ′. Περὶ ἀναλύσεως συλλογισμῶν α′. Ἀναλυτικῶν ἐπιτομὴ α′. Ἀνηγμένων τόπων α′ β′. Ἀγωνιστικὸν τῆς περὶ τοὺς ἐρωτικοὺς λόγους θεωρίας Περὶ αἰσθήσεων α′. Πρὸς Ἀναξαγόραν α′. Περὶ τῶν Ἀναξαγόρου α′. Περὶ τῶν Ἀναξιμένους α′. Περὶ τῶν Ἀρχελάου α′. Περὶ ἁλῶν, νίτρου, στυπτηρίας α′. Περὶ τῶν λιθουμένων α′ β′. Περὶ τῶν ἀτόμων γραμμῶν α′. Ἀκροάσεως α′ β′. Περὶ ἀνέμων α′. Ἀρετῶν διαφοραὶ α′. Περὶ βασιλείας α′. Περὶ παιδείας βασιλέως α′. Περὶ βίων α′ β′ γ′.
2.43 Περὶ γήρως α′. Περὶ τῆς Δημοκρίτου ἀστρολογίας α′. Τῆς μεταρσιολεσχίας α′. Περὶ τῶν εἰδώλων α′. Περὶ χυμῶν, χροῶν, σαρκῶν α′. Περὶ τοῦ διακόσμου α′. Περὶ τῶν ἀνθρώπων α′. Τῶν Διογένους συναγωγὴ α′. Διορισμῶν α′ β′ γ′. Ἐρωτικὸς α′. Άλλο περὶ ἔρωτος α′. Περὶ εὐδαιμονίας α′. Περὶ εἰδῶν α′ β′. Περὶ ἐπιλήψεως α′. Περὶ ἐνθουσιασμοῦ α′. Περὶ Ἐμπεδοκλέους α′. Ἐπιχειρημάτων α′ β′ γ′ δ′ ε′ ς′ ζ′ η′ θ′ ι′ ια′ ιβ′ ιγ′ ιδ′ ιε′ ις′ ιζ′ ιη′. Ἐνστάσεων α′ β′ γ′. Περὶ ἑκουσίου α′. Ἐπιτομὴ τῆς Πλάτωνος Πολιτείας α′ β′. Περὶ ἑτεροφωνίας ζῴων τῶν ὁμογενῶν α′. Περὶ τῶν ἀθρόων φαινομένων α′. Περὶ δακέτων καὶ βλητικῶν α′. Περὶ τῶν ζῴων ὅσα λέγεται φθονεῖν α′. Περὶ τῶν ἐν ξηρῷ διαμενόντων α′.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme