Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 5

1.26 Σημεῖα χειμώνων α′. Ἀστρονομικὸν α′. Ὀπτικὸν α′. Περὶ κινήσεως α′. Περὶ μουσικῆς α′. Μνημονικὸν α′. Ἀπορημάτων Ὁμηρικῶν α′ β′ γ′ δ′ ε′ σ′. Ποιητικὰ α′. Φυσικῶν κατὰ στοιχεῖον ληʼ. Ἐπιτεθεαμένων προβλημάτων α′ β′. Ἐγκυκλίων α′ β′. Μηχανικὸν α′. Προβλήματα ἐκ τῶν Δημοκρίτου β′. Περὶ τῆς λίθου α′. Παραβολαὶ α′. Ἄτακτα ιβʼ. Ἐξηγημένα κατὰ γένος ιδʼ. Δικαιώματα α′. Ὀλυμπιονῖκαι α′. Πυθιονῖκαι 〈αʼ. Περὶ〉 μουσικῆς α′. Πυθικὸς α′. Πυθιονικῶν ἔλεγχος α′. Νῖκαι Διονυσιακαὶ α′. Περὶ τραγῳδιῶν α′. Διδασκαλίαι α′. Παροιμίαι α′. Νόμοι συσσιτικοὶ νομὸς συστατικὸς codd. corr. Rose. α′. Νόμων α′ β′ γ′ δ′. Κατηγοριῶν α′. Περὶ ἑρμηνείας α′.
1.27 Πολιτεῖαι πόλεων δυοῖν δεούσαιν ρξʼ 〈κοιναὶ〉 καὶ ἴδιαι, δημοκρατικαί, ὀλιγαρχικαί, ἀριστοκρατικαὶ καὶ τυραννικαί. Ἐπιστολαὶ πρὸς Φίλιππον. Σηλυμβρίων ἐπιστολαί. Πρὸς Ἀλέξανδρον ἐπιστολαὶ δ′. Πρὸς Ἀντίπατρον θ′. Πρὸς Μέντορα α′. Πρὸς Ἀρίστωνα α′. Πρὸς Ὀλυμπιάδα α′. Πρὸς Ἡφαιστίωνα α′. Πρὸς Θεμισταγόραν α′. Πρὸς Φιλόξενον α′. Πρὸς Δημόκριτον α′. Ἔπη ὧν ἀρχή, Ἁγνὲ θεῶν πρέσβισθʼ ἑκατηβόλε. Ἐλεγεῖα ὧν ἀρχή, Καλλιτέκνου μητρὸς θύγατερ.
1.27 Γίνονται αἱ πᾶσαι μυριάδες στίχων τέτταρες καὶ τετταράκοντα πρὸς τοῖς πεντακισχιλίοις καὶ διακοσίοις ἑβδομήκοντα.
1.28 Καὶ τοσαῦτα μὲν αὐτῷ πεπραγμάτευται βιβλία. βούλεται δὲ ἐν αὐτοῖς τάδε· διττὸν εἶναι τὸν κατὰ φιλοσοφίαν λόγον, τὸν μὲν πρακτικόν, τὸν δὲ θεωρητικόν· καὶ τοῦ πρακτικοῦ τόν τε ἠθικὸν καὶ πολιτικόν, οὗ τά τε περὶ πόλιν καὶ τὰ περὶ οἶκον ὑπογεγράφθαι· τοῦ δὲ θεωρητικοῦ τόν τε φυσικὸν καὶ λογικόν, οὗ τὸ λογικὸν οὐχ ὁλομερῶς, ἀλλʼ ὡς ὄργανον προσηκριβωμένον. καὶ τούτου διττοὺς ὑποθέμενος σκοποὺς τό τε πιθανὸν καὶ τὸ ἀληθὲς διεσάφησε. δύο δὲ πρὸς ἑκάτερον δυνάμεσιν ἐχρήσατο, διαλεκτικῇ μὲν καὶ ῥητορικῇ πρὸς τὸ πιθανόν, ἀναλυτικῇ δὲ καὶ φιλοσοφίᾳ πρὸς τὸ ἀληθές· οὐδὲν ὑπολειπόμενος οὔτε τῶν πρὸς εὕρεσιν, οὔτε τῶν πρὸς κρίσιν, οὔτε μὴν τῶν πρὸς χρῆσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme