Book 6
1.17
Τόμος ὄγδοος ἐν ᾧ Περὶ μουσικῆς. Περὶ ἐξηγητῶν. Περὶ Ὁμήρου. Περὶ ἀδικίας καὶ ἀσεβείας. Περὶ Κάλχαντος. Περὶ κατασκόπου. Περὶ ἡδονῆς.
1.17
Τόμος ἔνατος ἐν ᾧ Περὶ Ὀδυσσείας. Περὶ τῆς ῥάβδου. Αθηνᾶ ἢ περὶ Τηλεμάχου. Περὶ Ἑλένης καὶ Πηνελόπης. Περὶ Πρωτέως. Κύκλωψ ἢ περὶ Ὀδυσσέως.
1.18
Περὶ οἴνου χρήσεως ἢ περὶ μέθης ἢ περὶ τοῦ Κύκλωπος. Περὶ Κίρκης. Περὶ Ἀμφιαράου. Περὶ τοῦ Ὀδυσσέως καὶ Πηνελόπης καὶ περὶ τοῦ κυνός.
1.18
Τόμος δέκατος ἐν ᾧ Ἡρακλῆς ἢ Μίδας. Ἡρακλῆς ἢ περὶ φρονήσεως ἢ ἰσχύος. Κῦρος ἢ ἐρώμενος. Κῦρος ἢ κατάσκοποι. Μενέξενος ἢ περὶ τοῦ ἄρχειν. Ἀλκιβιάδης. Ἀρχέλαος ἢ περὶ βασιλείας.
1.18
Καὶ ταῦτα μέν ἐστιν ἃ συνέγραψεν.
1.18
Ὧι Τίμων διὰ τὸ πλῆθος ἐπιτιμῶν παντοφυῆ φλέδονά φησιν αὐτόν. ἐτελεύτησε δὲ ἀρρωστίᾳ· ὅτε καὶ Διογένης εἰσιὼν πρὸς αὐτὸν ἔφη, μήτι χρεία φίλου; καί ποτε παρʼ αὐτὸν ξιφίδιον ἔχων εἰσῄει. τοῦ δʼ εἰπόντος, τίς ἂν ἀπολύσειέ με τῶν πόνων; δείξας τὸ ξιφίδιον, ἔφη, τοῦτο· καὶ ὅς, τῶν πόνων, εἶπον, οὐ τοῦ ζῆν.
1.19
ἐδόκει γάρ πως μαλακώτερον φέρειν τὴν νόσον ὑπὸ φιλοζωίας. καὶ ἔστιν ἡμῶν εἰς αὐτὸν οὕτως ἔχον· τὸν βίον ἦσθα κύων, Ἀντίσθενες, ὧδε πεφυκὼς ὥστε δακεῖν κραδίην ῥήμασιν, οὐ στόμασιν· ἀλλʼ ἔθανες φθισικός, τάχʼ ἐρεῖ τις ἴσως· τί δὲ τοῦτο; πάντως εἰς Ἀΐδην δεῖ τινʼ ὁδηγὸν ἔχειν.
1.19
Γεγόνασι δὲ καὶ ἄλλοι Ἀντισθένεις τρεῖς· Ἡρακλείτειος εἷς, καὶ ἕτερος Ἐφέσιος, καὶ Ῥόδιός τις ἱστορικός.
1.19
Ἐπειδὴ δὲ τοὺς ἀπʼ Ἀριστίππου διεληλύθαμεν καὶ Φαίδωνος, νῦν ἑλκύσωμεν τοὺς ἀπʼ Ἀντισθένους κυνικούς τε καὶ στωικούς. καὶ ἐχέτω ὧδε.
Κεφ. β′. ΔΙΟΓΕΝΗΣ