Book 7
5.171
καί ποτʼ ὀνειδιζόμενος ὡς δειλός, διὰ τοῦτο, εἶπεν, ὀλίγα ἁμαρτάνω. προκρίνων δὲ τὸν ἑαυτοῦ βίον τοῦ τῶν πλουσίων ἔλεγεν, ἐν ᾧ σφαιρίζουσιν ἐκεῖνοι γῆν σκληρὰν καὶ ἄκαρπον αὐτὸς ἐργάζεσθαι σκάπτων. πολλάκις δὲ καὶ ἑαυτῷ ἐπέπληττεν· ὧν ἀκούσας Ἀρίστων, τίνι, ἔφη, ἐπιπλήττεις; καὶ ὃς γελάσας, πρεσβύτῃ, φησί, πολιὰς μὲν ἔχοντι, νοῦν δὲ μή. εἰπόντος δέ τινος Ἀρκεσίλαον μὴ ποιεῖν τὰ δέοντα, παῦσαι, ἔφη, καὶ μὴ ψέγε· εἰ γὰρ καὶ λόγῳ τὸ καθῆκον ἀναιρεῖ, τοῖς γοῦν ἔργοις αὐτὸ τιθεῖ. καὶ ὁ Ἀρκεσίλαος, οὐ κολακεύομαι, φησί· πρὸς ὃν ὁ Κλεάνθης, ναί, ἔφη, σὲ κολακεύω φάμενος ἄλλα μὲν λέγειν, ἕτερα δὲ ποιεῖν.
5.172
Ἐρομένου τινὸς τί ὑποτίθεσθαι δεῖ τῷ υἱῷ, τὸ τῆς Ἠλέκτρας, ἔφη, σῖγα, σῖγα, λεπτὸν ἴχνος. Λάκωνός τινος εἰπόντος ὅτι ὁ πόνος ἀγαθόν, διαχυθείς φησιν, αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος. φησὶ δʼ ὁ Ἑκάτων ἐν ταῖς Χρείαις, εὐμόρφου μειρακίου εἰπόντος, εἰ ὁ εἰς τὴν γαστέρα τύπτων γαστρίζει, καὶ ὁ εἰς τοὺς μηροὺς τύπτων μηρίζει, ἔφη, σὺ μέντοι τοὺς διαμηρισμοὺς ἔχε, μειράκιον· αἱ δʼ ἀνάλογοι φωναὶ τὰ ἀνάλογα οὐ πάντως σημαίνουσι πράγματα. μειρακίῳ ποτὲ διαλεγόμενος ἐπύθετο εἰ αἰσθάνεται· τοῦ δʼ ἐπινεύσαντος, διὰ τί οὖν, εἶπεν, ἐγὼ οὐκ αἰσθάνομαι ὅτι αἰσθάνῃ;
5.173
Σωσιθέου τοῦ ποιητοῦ ἐν θεάτρῳ εἰπόντος πρὸς αὐτὸν παρόντα, οὓς ἡ Κλεάνθους μωρία βοηλατεῖ, ἔμεινεν ἐπὶ ταὐτοῦ σχήματος· ἐφʼ ᾧ ἀγασθέντες οἱ ἀκροαταὶ τὸν μὲν ἐκρότησαν, τὸν δὲ Σωσίθεον ἐξέβαλον. μεταγινώσκοντα δʼ αὐτὸν ἐπὶ τῇ λοιδορίᾳ προσήκατο, εἰπὼν ἄτοπον εἶναι τὸν μὲν Διόνυσον καὶ τὸν Ἡρακλέα φλυαρουμένους ὑπὸ τῶν ποιητῶν μὴ ὀργίζεσθαι, αὐτὸν δʼ ἐπὶ τῇ τυχούσῃ βλασφημίᾳ δυσχεραίνειν. ἔλεγε δὲ καὶ τοὺς ἐκ τοῦ περιπάτου ὅμοιόν τι πάσχειν ταῖς λύραις, αἳ καλῶς φθεγξάμεναι αὑτῶν οὐκ ἀκούουσι. λέγεται δέ, φάσκοντος αὐτοῦ κατὰ Ζήνωνα καταληπτὸν εἶναι τὸ ἦθος ἐξ εἴδους, νεανίσκους τινὰς εὐτραπέλους ἀγαγεῖν πρὸς αὐτὸν κίναιδον ἐσκληραγωγημένον ἐν ἀγρῷ καὶ ἀξιοῦν ἀποφαίνεσθαι περὶ τοῦ ἤθους· τὸν δὲ διαπορούμενον κελεῦσαι ἀπιέναι τὸν ἄνθρωπον. ὡς δʼ ἀπιὼν ἐκεῖνος ἔπταρεν, ἔχω, εἶπεν, αὐτόν, ὁ Κλεάνθης, μαλακός ἐστι.