Book 7
5.174
πρὸς δὲ τὸν μονήρη καὶ ἑαυτῷ λαλοῦντα, οὐ φαύλῳ, ἔφη, ἀνθρώπῳ λαλεῖς. ὀνειδίσαντος αὐτῷ τινος εἰς τὸ γῆρας, Κἀγώ, ἔφη, ἀπιέναι βούλομαι· ὅταν δὲ πανταχόθεν ἐμαυτὸν ὑγιαίνοντα περινοῶ καὶ γράφοντα καὶ ἀναγινώσκοντα, πάλιν μένω. τοῦτόν φασιν εἰς ὄστρακα καὶ βοῶν ὠμοπλάτας γράφειν ἅπερ ἤκουε παρὰ τοῦ Ζήνωνος, ἀπορίᾳ κερμάτων ὥστε ὠνήσασθαι χαρτία. τοιοῦτος δʼ ὢν ἐξίσχυσε, πολλῶν καὶ ἄλλων ὄντων ἀξιολόγων Ζήνωνος μαθητῶν, αὐτὸς διαδέξασθαι τὴν σχολήν.
5.174
Βιβλία δὲ κάλλιστα καταλέλοιπεν, ἅ ἐστι τάδε· Περὶ χρόνου. Περὶ τῆς [τοῦ] Ζήνωνος φυσιολογίας δύο. Τῶν Ἡρακλείτου ἐξηγήσεις, τέσσαρα. Περὶ αἰσθήσεως. Περὶ τέχνης. Πρὸς Δημόκριτον. Πρὸς Ἀρίσταρχον. Πρὸς Ἥριλλον. Περὶ ὁρμῆς δύο.
5.175
Ἀρχαιολογία. Περὶ θεῶν. Περὶ γιγάντων. Περὶ ὑμεναίου. Περὶ τοῦ ποιητοῦ. Περὶ τοῦ καθήκοντος τρία. Περὶ εὐβουλίας. Περὶ χάριτος. Προτρεπτικός. Περὶ ἀρετῶν. Περὶ εὐφυΐας. Περὶ Γοργίππου. Περὶ φθονερίας. Περὶ ἔρωτος. Περὶ ἐλευθερίας. Ἐρωτικὴ τέχνη. Περὶ τιμῆς. Περὶ δόξης. Πολιτικός. Περὶ βουλῆς Περὶ νόμων. Περὶ τοῦ δικάζειν. Περὶ ἀγωγῆς. Περὶ τοῦ λόγου τρία. Περὶ τέλους. Περὶ καλῶν. Περὶ πράξεων. Περὶ ἐπιστήμης. Περὶ βασιλείας. Περὶ φιλίας. Περὶ συμποσίου. Περὶ τοῦ ὅτι ἡ αὐτὴ ἀρετὴ [καὶ] ἀνδρὸς καὶ γυναικός. Περὶ τοῦ τὸν σοφὸν σοφιστεύειν. Περὶ χρειῶν. Διατριβῶν δύο. Περὶ ἡδονῆς. Περὶ ἰδίων. Περὶ τῶν ἀπόρων. Περὶ διαλεκτικῆς. Περὶ τρόπων. Περὶ κατηγορημάτων.
5.175
Ταῦτα αὐτῷ τὰ βιβλία.
5.176
Καὶ τελευτᾷ τόνδε τὸν τρόπον· διῴδησεν αὐτῷ τὸ οὖλον· ἀπαγορευσάντων δὲ τῶν ἰατρῶν, δύο ἡμέρας ἀπέσχετο τροφῆς. καί πως ἔσχε καλῶς ὥστε τοὺς ἰατροὺς αὐτῷ πάντα τὰ συνήθη συγχωρεῖν· τὸν δὲ μὴ ἀνασχέσθαι, ἀλλʼ εἰπόντα ἤδη αὐτῷ προωδοιπορῆσθαι καὶ τὰς λοιπὰς ἀποσχόμενον τελευτῆσαι ταὐτὰ Ζήνωνι, καθά φασί τινες, [ὀγδοήκοντα] ὀγδοήκοντα om. BP. ἔτη βιώσαντα καὶ ἀκούσαντα Ζήνωνος ἔτη ἐννεακαίδεκα.
5.176
Ἐπαίξαμεν δὴ καὶ ἡμεῖς πρὸς αὐτὸν οὕτως· Αἰνῶ Κλεάνθην, ἀλλὰ μᾶλλον Ἀΐδην· ἰδὼν γὰρ αὐτὸν πρέσβυν οὐκ ἠνέσχετο τὸ μὴ οὐ τὸ λοιπὸν ἄνεσιν ἐν φθιτοῖς ἔχειν τοσοῦτον ἀντλήσαντα τοῦ βίου χρόνον.
Κεφ. σ′. ΣΦΑΙΡΟΣ