Book 7
7.198
Περὶ τοῦ ἐγκεκαλυμμένου πρὸς Ἀριστόβουλον β′. Περὶ τοῦ διαλεληθότος πρὸς Ἀθηνάδην α′. Σύνταξις ὀγδόη· Περὶ τοῦ οὔτιδος πρὸς Μενεκράτην η′. Περὶ τῶν ἐξ ἀορίστου καὶ ὡρισμένου λόγων πρὸς Πασύλον β′. Περὶ οὔτιδος λόγου πρὸς Ἐπικράτην α′. Σύνταξις ἐνάτη· Περὶ τῶν σοφισμάτων πρὸς Ἡρακλείδην καὶ Πόλλιν β′. Περὶ τῶν ἀπόρων διαλεκτικῶν πρὸς Διοσκουρίδην ε′. Πρὸς τὸ Ἀρκεσιλάου μεθόδιον πρὸς Σφαῖρον α′. Σύνταξις δεκάτη· Κατὰ τῆς συνηθείας πρὸς Μητρόδωρον ς′. Ὑπὲρ τῆς συνηθείας πρὸς Γοργιππίδην ζ′.
7.198
Λογικοῦ τόπου τὰ τῶν προειρημένων τεττάρων διαφορῶν ἐκτὸς ὄντα καὶ περιέχοντα 〈τὰσ〉 σποράδην καὶ οὐ σωματικὰς ζητήσεις λογικάς, περὶ τῶν καταλεγομένων ζητημάτων ἐννέα καὶ τριάκοντα. ὁμοῦ τὰ πάντα τοῦ λογικοῦ ἕνδεκα καὶ τριακόσια.
7.199
Ἠθικοῦ λόγου τοῦ περὶ τὴν διάρθρωσιν τῶν ἠθικῶν ἐννοιῶν. Σύνταξις πρώτη· Ὑπογραφὴ τοῦ 〈ἠθικοῦ〉 λόγου πρὸς Θεόπορον α′. Θέσεις ἠθικαὶ α′. Πιθανὰ λήμματα εἰς τὰ δόγματα πρὸς Φιλομαθῆ γ′. Ὅρων τῶν τοῦ ἀστείου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν τοῦ φαύλου πρὸς Μητρόδωρον β′. Ὅρων τῶν ἀναμέσων πρὸς Μητρόδωρον β′. Ὅρων τῶν κατὰ γένος πρὸς Μητρόδωρον ζ′. Ὅρων τῶν κατὰ τὰς ἄλλας τέχνας πρὸς Μητρόδωρον α′ β′. Σύνταξις δευτέρα· Περὶ τῶν ὁμοίων πρὸς Ἀριστοκλέα γ′. Περὶ τῶν ὅρων πρὸς Μητρόδωρον ζ′. Σύνταξις τρίτη· Περὶ τῶν οὐκ ὀρθῶς τοῖς ὅροις ἀντιλεγομένων πρὸς Λαοδάμαντα ζ′.
7.200
Πιθανὰ εἰς τοὺς ὅρους πρὸς Διοσκουρίδην β′. Περὶ εἰδῶν καὶ γενῶν πρὸς Γοργιππίδην β′. Περὶ διαιρέσεων α′. Περὶ ἐναντίων πρὸς Διονύσιον β′. Πιθανὰ πρὸς τὰς διαιρέσεις καὶ τὰ γένη καὶ τὰ εἴδη καὶ 〈τὰ〉 περὶ τῶν ἐναντίων α′. Σύνταξις τετάρτη· Περὶ τῶν ἐτυμολογικῶν πρὸς Διοκλέα ζ′. Ἐτυμολογικῶν πρὸς Διοκλέα δ′. Σύνταξις πέμπτη· Περὶ παροιμιῶν πρὸς Ζηνόδοτον β′. Περὶ ποιημάτων πρὸς Φιλομαθῆ α′. Περὶ τοῦ πῶς δεῖ τῶν ποιημάτων ἀκούειν β′. Πρὸς τοὺς κριτικοὺς πρὸς Διόδωρον α′.