Thesauros Literature Philosophy Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων

Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων Diogenes Laertius

Book 7

1.18 πρὸς δὲ τὸν φιλόπαιδα οὔτε τοὺς διδασκάλους ἔφη φρένας ἔχειν, ἀεὶ διατρίβοντας ἐν παιδαρίοις, οὔτʼ ἐκείνους. ἔφασκε δὲ τοὺς μὲν τῶν ἀσολοίκων λόγους καὶ ἀπηρτισμένους ὁμοίους εἶναι τῷ ἀργυρίῳ τῷ Ἀλεξανδρίνῳ· εὐοφθάλμους μὲν καὶ περιγεγραμμένους καθὰ καὶ τὸ νόμισμα, οὐδὲν δὲ διὰ ταῦτα βελτίονας. τοὺς δὲ τοὐναντίον ἀφωμοίου τοῖς Ἀττικοῖς τετραδράχμοις εἰκῆ μὲν κεκομμένοις καὶ σολοίκως, καθέλκειν μέντοι πολλάκις τὰς κεκαλλιγραφημένας [λέξεις]. Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως, ἀδύνατον, εἰπεῖν, εἰ μή σε ὁ πατὴρ μεθύων ἐγέννησεν· ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν.
1.19 Πρὸς δὲ τὸν ὀψοφάγον μηδὲν τοῖς συμβιωταῖς καταλιπόντα, παρατεθέντος ποτὲ μεγάλου ἰχθύος, ἄρας οἷος ἦν κατεσθίειν· ἐμβλέψαντος δέ, τί οὖν, ἔφη, τοὺς συμβιωτὰς οἴει πάσχειν καθʼ ἡμέραν, εἰ σὺ μίαν μὴ δύνασαι ἐνεγκεῖν τὴν ἐμὴν ὀψοφαγίαν; μειρακίου δὲ περιεργότερον παρὰ τὴν ἡλικίαν ἐρωτῶντος ζήτημά τι, προσήγαγε πρὸς κάτοπτρον καὶ ἐκέλευσεν ἐμβλέψαι· ἔπειτʼ ἠρώτησεν εἰ δοκεῖ αὐτῷ ἁρμόττοντα εἶναι 〈τῇ〉 ὄψει τοιαύτῃ τοιαύτῃ vulg.: τοιαῦτα Richards: τὰ τοιαῦτα Cobet. ζητήματα. πρὸς δὲ τὸν φάσκοντα ὡς τὰ πολλὰ αὐτῷ Ἀντισθένης οὐκ ἀρέσκοι, χρείαν Σοφοκλέους προενεγκάμενος ἠρώτησεν εἴ τινα καὶ καλὰ ἔχειν αὐτῷ δοκεῖ· τοῦ δʼ οὐκ εἰδέναι φήσαντος, εἶτʼ οὐκ αἰσχύνῃ, ἔφη, εἰ μέν τι κακὸν ἦν εἰρημένον [ὑπʼ Ἀντισθένους], τοῦτʼ ἐκλεγόμενος καὶ μνημονεύων, εἰ δέ τι καλόν, οὐδʼ ἐπιβαλλόμενος κατέχειν;

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme