Book 9
7.49
Τάττουσι δέ τινες κατʼ ἰδίαν ἐκ τῶν Ὑπομνημάτων καὶ ταῦτα· Περὶ τῶν ἐν Βαβυλῶνι ἱερῶν γραμμάτων. Περὶ τῶν ἐν Μερόῃ. Ὠκεανοῦ περίπλους. Περὶ ἱστορίης. Χαλδαϊκὸς λόγος. Φρύγιος λόγος. Περὶ πυρετοῦ καὶ τῶν ἀπὸ νόσου βησσόντων. Νομικὰ Λοιμικὰ coni. Reiske. αἴτια. Χειρόκμητα [ἢ] προβλήματα.
7.49
Τὰ δʼ ἄλλα ὅσα τινὲς ἀναφέρουσιν εἰς αὐτὸν τὰ μὲν ἐκ τῶν αὐτοῦ διεσκεύασται, τὰ δʼ ὁμολογουμένως ἐστὶν ἀλλότρια. ταῦτα καὶ περὶ τῶν βιβλίων αὐτοῦ καὶ τοσαῦτα.
7.49
Γεγόνασι δὲ Δημόκριτοι ἕξ· πρῶτος αὐτὸς οὗτος, δεύτερος Χῖος μουσικὸς κατὰ τὸν αὐτὸν χρόνον, τρίτος ἀνδριαντοποιὸς οὗ μέμνηται Ἀντίγονος, τέταρτος περὶ τοῦ ἱεροῦ τοῦ ἐν Ἐφέσῳ γεγραφὼς καὶ τῆς πόλεως Σαμοθρᾴκης, πέμπτος ποιητὴς ἐπιγραμμάτων σαφὴς καὶ ἀνθηρός, ἕκτος Περγαμηνὸς ἀπὸ ῥητορικῶν λόγων 〈εὐδοκιμήσασ〉.
Κεφ. η′. ΠΡΩΤΑΓΟΡΑΣ
8.50
Πρωταγόρας Ἀρτέμωνος ἤ, ὡς Ἀπολλόδωρος καὶ Δείνων ἐν Περσικῷ εʼ, Μαιανδρίου Ἀβδηρίτης, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων, ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν· ὡς δʼ Εὔπολις ἐν Κόλαξιν, Τήιος· φησὶ γάρ, Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήιος. οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο· καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. διήκουσε δʼ ὁ Πρωταγόρας Δημοκρίτου. ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.
8.51
Καὶ πρῶτος ἔφη δύο λόγους εἶναι περὶ παντὸς πράγματος ἀντικειμένους ἀλλήλοις· οἷς οἶς] fort. οὒς Richards. καὶ συνηρώτα, πρῶτος τοῦτο πράξας. ἀλλὰ καὶ ἤρξατό που τοῦτον τὸν τρόπον· πάντων χρημάτων μέτρον μέτρον ἐστὶν Diels ex Sext. Emp. Adv. math. vii. 60. ἄνθρωπος, τῶν μὲν ὄντων ὡς ἔστιν, τῶν δὲ οὐκ ὄντων ὡς οὐκ ἔστιν. ἔλεγέ τε μηδὲν εἶναι ψυχὴν παρὰ τὰς αἰσθήσεις, καθὰ καὶ Πλάτων φησὶν ἐν Θεαιτήτῳ, καὶ πάντʼ εἶναι ἀληθῆ. καὶ ἀλλαχοῦ δὲ τοῦτον ἤρξατο τὸν τρόπον· περὶ μὲν θεῶν οὐκ ἔχω εἰδέναι οὔθʼ ὡς εἰσίν, οὔθʼ ὡς οὐκ εἰσίν· οὐθ’ ὁποῖοί τινες ἰδέαν Diels ex Euseb. P. E. xiv. 3. 7. πολλὰ γὰρ τὰ κωλύοντα εἰδέναι, ἥ τʼ ἀδηλότης καὶ βραχὺς ὢν ὁ βίος τοῦ ἀνθρώπου.