Book 9
11.95
πρὸς τῷ καὶ διαφωνεῖσθαι τὸ κριτήριον, τῶν μὲν τὸν ἄνθρωπον κριτήριον εἶναι λεγόντων, τῶν δὲ τὰς αἰσθήσεις, ἄλλων τὸν λόγον, ἐνίων τὴν καταληπτικὴν φαντασίαν. καὶ ὁ μὲν ἄνθρωπος καὶ πρὸς αὑτὸν διαφωνεῖ καὶ πρὸς τοὺς ἄλλους, ὡς δῆλον ἐκ τῶν διαφόρων νόμων καὶ ἐθῶν. αἱ δʼ αἰσθήσεις ψεύδονται, ὁ δὲ λόγος διάφωνος. ἡ δὲ καταληπτικὴ φαντασία ὑπὸ νοῦ κρίνεται καὶ ὁ νοῦς ποικίλως τρέπεται. ἄγνωστον οὖν ἐστι τὸ κριτήριον καὶ διὰ τοῦτο ἡ ἀλήθεια.
11.96
Σημεῖόν τʼ οὐκ εἶναι· εἰ γάρ ἐστι, φασί, σημεῖον, ἤτοι αἰσθητόν ἐστιν ἢ νοητόν· αἰσθητὸν μὲν οὖν οὐκ ἔστιν, ἐπεὶ τὸ αἰσθητὸν κοινόν ἐστι, τὸ δὲ σημεῖον ἴδιον. καὶ τὸ μὲν αἰσθητὸν τῶν κατὰ διαφοράν, τὸ δὲ σημεῖον τῶν πρός τι. νοητὸν δʼ οὐκ ἔστιν, ἐπεὶ τὸ νοητὸν ἤτοι φαινόμενόν ἐστι φαινομένου ἢ ἀφανὲς ἀφανοῦς ἢ ἀφανὲς φαινομένου ἢ φαινόμενον ἀφανοῦς· οὐδὲν δὲ τούτων ἐστίν· οὐκ ἄρʼ ἐστὶ σημεῖον. φαινόμενον μὲν οὖν φαινομένου οὐκ ἔστιν, ἐπεὶ τὸ φαινόμενον οὐ δεῖται σημείου· ἀφανὲς δʼ ἀφανοῦς οὐκ ἔστιν, ἐπεὶ δεῖ φαίνεσθαι τὸ ἐκκαλυπτόμενον ὑπό τινος·
11.97
ἀφανὲς δὲ φαινομένου οὐ δύναται, καθότι δεῖ φαίνεσθαι τὸ ἑτέρῳ παρέξον ἀφορμὴν καταλήψεως· φαινόμενον δʼ ἀφανοῦς οὐκ ἔστιν, ὅτι τὸ σημεῖον τῶν πρός τι ὂν συγκαταλαμβάνεσθαι ὀφείλει τῷ οὗ ἐστι σημεῖον, τὸ δὲ μὴ ἔστιν. οὐδὲν ἄρα τῶν ἀδήλων ἂν καταλαμβάνοιτο· διὰ γὰρ τῶν σημείων λέγεται τὰ ἄδηλα καταλαμβάνεσθαι.
11.97
Ἀναιροῦσι δὲ τὸ αἴτιον ὧδε· τὸ αἴτιον τῶν πρός τι ἔστι· πρὸς γὰρ τὸ αἰτιατόν ἐστι· τὰ δὲ πρός τι ἐπινοεῖται μόνον, ὑπάρχει δʼ οὔ·