Thesauros Literature Philosophy Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία Aristotle
3 δικάζειν δʼ ἔξεστιν τοῖς ὑπὲρ λ ἔτη γεγονόσιν, ὅσοι αὐτῶν μὴ ὀφείλουσιν τῷ δημοσίῳ ἢ ἄτιμοί εἰσιν. ἐὰν δέ τις δικάζῃ οἷς μὴ ἔξεστιν, ἐνδείκνυται καὶ εἰς τὸ δικαστήριον εἰσάγεται· ἐὰν δʼ ἁλῷ, προστιμῶσιν αὐτῷ οἱ δικασταί, ὅ τι ἂν δοκῇ ἄξιος εἶναι παθεῖν ἢ ἀποτεῖσαι. ἐὰν δὲ ἀργυρίου τιμηθῇ, δεῖ αὐτὸν δεδέσθαι, ἕως ἂν ἐκτείσῃ τό τε πρότερον ὄφλημα ἐφʼ ᾧ ἐνεδείχθη, καὶ ὅ τι ἂν αὐτῷ προστιμήσῃ τὸ δικαστήριον.
4 ἔχει δʼ ἕκαστος δικαστὴς τὸ πινάκιον πύξινον, ἐπιγεγραμμένον τὸ ὄνομα τὸ ἑαυτοῦ πατρόθεν καὶ τοῦ δήμου, καὶ γράμμα ἓν τῶν στοιχείων μέχρι τοῦ κ· νενέμηνται γὰρ κατὰ φυλὰς δέκα μέρη οἱ δικασταί, παραπλησίως ἴσοι ἐν ἑκάστῳ τῷ γράμματι.
5 ἐπειδὰν δὲ ὁ θεσμοθέτης ἐπικληρώσῃ τὰ γράμματα, ἃ δεῖ προσπαρατίθεσθαι τοῖς δικαστηρίοις, ἐπέθηκε φέρων ὁ ὑπηρέτης ἐφʼ ἕκαστον τὸ δικαστήριον τὸ γράμμα τὸ λαχόν.
1 τὰ δὲ κιβώτια τὰ δέκα κεῖται ἐν τ?ῷ ἔμπροσθεν τ?ῆς εἰσόδου καθʼ ἑκάστην τὴν φυλήν. ἐπιγέγραπται δʼ ἐπʼ αὐτῶν τὰ στ?ο?ιχεῖα μέχρι τοῦ κ. ἐπειδὰν δʼ ἐμβάλωσιν οἱ δικασταὶ τὰ πινάκια εἰς τὸ κιβώτιον, ἐφʼ οὗ ἂν ᾖ ἐπιγεγραμμένον τὸ γράμμα τὸ αὐτὸ ὅπερ ἐπὶ τῷ πινακίῳ ἐστὶν αὐτῷ τῶν στοιχείων, διασείσαντος τοῦ ὑπηρέτου ἕλκει ὁ θεσμοθέτης ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν.
2 οὗτος δὲ καλεῖται ἐμπήκτης, καὶ ἐμπήγνυσι τὰ πινάκια τὰ ἐκ τοῦ κιβωτίου εἰς τὴν κανονίδα, ἐφʼ ἧς τὸ αὐτὸ γράμμα ἔπεστιν ὅπερ ἐπὶ τοῦ κιβωτίου. κ?ληροῦται δʼ οὗτος, ἵνα μὴ ἀεὶ ὁ αὐτὸς ἐμπηγνύων κακουργῇ. εἰσὶ δὲ κανονίδες πέντε ἐν ἑκάστῳ τῶν κληρωτηρίων.
3 ὅταν δὲ ἐμβάλῃ τοὺς κύβους, ὁ ἄρχων τὴν φυλὴν κληροῖ κατὰ κληρωτήριον. εἰσὶ δὲ κύβοι χα?λκοῖ, μέλανες καὶ λευκοί. ὅσους δʼ ἂν δέῃ λαχεῖν δικαστάς, τοσοῦτοι ἐμβάλλονται λευκοί, κατὰ πέντε πινάκια εἷς, οἱ δὲ μέλανες τὸν αὐτὸν τρόπον. ἐπειδὰν δʼ ἐξαιρῇ τοὺς κύβους, καλεῖ τοὺς εἰληχότας ὁ κήρυξ. ὑπάρχει δὲ καὶ ὁ ἐμπήκτης εἰς τὸν ἀριθμόν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme