4
ὁ δὲ κληθεὶς καὶ ὑπακούσας ἕλκει βάλανον ἐκ τῆς ὑδρίας, καὶ ὀρέξας αὐτήν, ἀνέχων τὸ γράμμα, δείκνυσιν πρῶτον μὲν τῷ ἄρχοντι τῷ ἐφεστηκότι. ὁ δὲ ἄρχων ἐπειδὰν ἴδῃ, ἐμβάλλει τὸ πινάκιον αὐτοῦ εἰς τὸ κιβώτιον, ὅπου ἂν ᾖ ἐπιγεγραμμένον τὸ αὐτὸ στοιχεῖον ὅπερ ἐν τῇ βαλάνῳ, ἵνʼ εἰς οἷον ἂν λάχῃ εἰσίῃ καὶ μὴ εἰς οἷον ἂν βούληται, μηδὲ ᾖ συναγαγεῖν εἰς δικαστήριον οὓς ἂν βούληταί τις.
5
παράκειται δὲ τῷ ἄρχοντι κιβώτια, ὅσαπερ ἂν μέλλῃ τὰ δικαστήρια πληρωθήσεσθαι, ἔχοντα στοιχεῖον ἕκαστον, ὅπερ ἂν ᾖ τὸ τοῦ δικαστηρίου ἑκάστου εἰληχός.
1
αὐτὸς δὲ δείξασ? π?ά?λ?ι?ν? τ?ῷ ὑπηρέτῃ εἶτʼ ἐντὸς εἰσέρχεται τῆς κ?ιγκλ?ίδος. ὁ δὲ ὑπηρέτης δίδωσιν αὐτῷ βακτηρίαν ὁμόχρων τῷ δικαστηρίῳ, οὗ τὸ αὐτὸ γράμμα ἐστὶν ὅπερ ἐν τῇ βαλάνῳ, ἵνα ἀναγκαῖον ᾖ αὐτῷ εἰσελθεῖν εἰς ὃ εἴληχε? δικαστήριον· ἐὰν γὰρ εἰς ἕτερον εἰσίῃ, ἐξελέγχεται ὑπὸ τοῦ χρώματος τῆς βακτηρίας.
2
τοῖς γὰρ δικαστηρίοις χρῶματα ἐπιγέγραπται ἑκάστῳ ἐπὶ τῷ σφηκίσκῳ τῆς εἰσόδου. ὁ δὲ λαβὼν τὴν βακτηρίαν βαδίζει εἰς τὸ δικαστήριον τὸ ὁμόχρων μὲν τῇ βακτηρίᾳ, ἔχον δὲ τὸ αὐτὸ γράμμα ὅπερ ἐν τῇ βαλάνῳ. ἐπειδὰν δʼ εἰσέλθῃ, παραλαμβάνει σύμβολον δημοσίᾳ παρὰ τοῦ εἰληχότος ταύτην τὴν ἀρχήν.
3
εἶτα τήν τε βάλανον καὶ τὴν βακτηρίαν ἀποτιθέασιν ἐν τῷ δικαστηρίῳ τοῦτον τὸν τρόπον εἰσεληλυθότες. τοῖς δʼ ἀπολαγχάνουσιν ἀποδιδόασιν οἱ ἐμπῆκται τὰ πινάκια.
4
οἱ δὲ ὑπηρέται οἱ δημόσιοι ἀπὸ τῆς φυλῆς ἑκάστης παραδιδόασιν τὰ κιβώτια, ἓν ἐπὶ τὸ δικαστήριον ἕκαστον, ἐν ᾧ ἔνεστιν τὰ ὀνόματα τῆς φυλῆς τὰ ὄντα ἐν ἑκάστῳ τῶν δικαστηρίων. παραδιδόασι δὲ τοῖς εἰληχόσι ταῦτα ἀποδιδόναι τοῖς δικασταῖς ἐν ἑκάστῳ [τῷ] δικαστηρίῳ ἀριθμῷ τὰ πινάκια, ὅπως ἐκ τούτων καλοῦντες ἀποδιδῶσι τὸν μισθόν.