Thesauros Literature Philosophy Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία Aristotle
1 ἐπειδὰν δὲ πάντα πλήρη ᾖ τὰ δικαστήρια, τίθεται ἐν τῷ πρώτῳ τῶν δικαστηρίων β κληρωτήρια καὶ κύβοι χαλκοῖ, ἐν οἷς ἐπιγέγραπται τὰ χρώματα τῶν δικαστηρίων, καὶ ἕτεροι κύβοι, ἐν οἷς ἐστιν τῶν ἀρχῶν τὰ ὀνόματα ἐπιγεγραμμένα. λαχόντες δὲ τῶν θεσμοθετῶν δύο χωρὶς ἑκατέρων τοὺς κύβους ἐμβάλλουσιν, ὁ μὲν τὰ χρώματα εἰς τὸ ἓν κληρωτήριον, ὁ δὲ τῶν ἀρχῶν τὰ ὀνόματα εἰς τὸ ἕτερον. ἣ δʼ ἂν πρώτη λάχῃ τῶν ἀρχῶν, αὕ?τ?η ἀναγορεύεται ὑπὸ τοῦ κήρυκος ὅτι χρήσεται τῷ πρώτῳ λα?χόντι δικαστηρίῳ, ἡ δὲ δευτέρα τῷ δευτέρῳ, καὶ ὡσαύτως τοῖς ἄλλοις, ἵνα μηδεμία προειδῇ τίνι αὐτῶν χρήσεται, ἀλλʼ οἷον ἂν λάχῃ ἑκάστη, τούτῳ χρήσηται.
2 ἐπει?δὰν δʼ ἔλθωσιν καὶ νενεμημένοι ἐφʼ ἕκαστον ὦσιν οἱ δικασταί, ἡ ἀρχὴ ἡ ἐφεστηκυῖα ἐν τῷ δικαστηρίῳ ἑκάστῳ ἕλκει ἐξ ἑκάστου τοῦ κιβωτίου πινάκιον ἕν, ἵνα γένωνται δέκα, εἷς ἐξ ἑκάστης τῆς φυλῆς, καὶ ταῦτα τὰ πινάκι?α εἰς ἕτερον κενὸν κιβώτιον ἐμβάλλει· καὶ τούτων ε τοὺς πρώτους διακληροῖ, ἕνα μὲν ἐπὶ τὸ ὕδωρ, τέτταρας δὲ ἄλλους ἐπὶ τὰς ψήφ?ους, ἵνα μηδεὶς παρασκευάζηι μήτε τὸν ἐπὶ τὸ ὕδωρ μήτε τοὺς ἐπὶ τὰς ψήφους, μηδὲ γίγνηται περὶ ταῦτα κακούργημα μηδέν.
3 οἱ δὲ ἀπολαχόντες πέντε παρὰ τούτων ἀπολαμβάνουσι τὸ πρόγραμμα, καθʼ ὅτι τὸν μισθὸν λήψονται καὶ ὅπου ἕκασται αἱ φυλαὶ ἐν αὐτῷ τῷ δικαστηρίῳ, ἐπειδὰν δικάσωσιν, ὅπως, δ?ιαστά?ν?τες ἕκαστοι, κατʼ ὀλίγους λάβωσι καὶ μὴ πολλοὶ εἰς ταὐτὸ συνκλεισθέντες ἀλλήλοις ἐνοχλῶσιν.
1 ταῦτα δὲ ποιήσαντες εἰσκαλοῦσι τοὺς ἀγῶνας, ὅταν μὲν τὰ ἴδια δικάζωσι τοὺς ἰδίους, τῷ ἀριθμῷ δ, ἕνα ἐξ? ἑκάστων τ?ῶν δικῶν τῶν ἐκ τοῦ νόμου, καὶ διομνύουσιν οἱ ἀντίδικοι εἰς αὐτὸ τὸ πρᾶγμα ἐρεῖν· ὅταν δὲ τὰ δημόσια, τοὺς δημοσίους, καὶ ἕνα μόνον ἐκδικάζουσι.
2 εἰσὶ δὲ κλεψύδραι αὐλίσκους ἔχουσα?ι? ἔ?κρους, εἰς ἃς τὸ ὕδ?ωρ ἐ?γχέουσι, πρὸς ὃ δεῖ λέγειν περὶ τὰς δίκας. δίδ?οτα?ι δὲ δ?ε?κ?άχους ταῖς ὑπὲρ πεντακισχιλίας καὶ τρίχους τῷ δευτέρῳ λόγῳ, ἑπτάχους δὲ ταῖς μέχρι πεντακ?ισχιλίων καὶ δίχους, πεντ?άχους δὲ ταῖς ἐν?τὸς β καὶ δίχους, ἑξάχους δ?ὲ? ταῖς διαδικ?ασί?αι?ς, αἷς ὕστερον λόγος οὐκ ἔ?στιν οὐδείς.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme