Thesauros Literature Philosophy Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία

Ἀθηναίων πολιτεία Aristotle
3 ὁ δʼ ἐφʼ ὕδωρ εἰληχὼς ἐπιλαμβάνει τ?ὸν αὐλίσκον, ἐπειδὰν μέλλῃ τινὰ ἢ νόμον ἢ μαρτυρίαν ἢ τοιοῦτόν τι ὁ γραμματεὺς ἀναγιγνώσκειν. ἐπειδὰν δὲ ᾖ πρὸς διαμεμετρημένην τὴν ἡμέραν? ὁ ἀγὼν, τότε δὲ οὐκ ἐπιλαμβάνει αὐτόν, ἀλλὰ δίδοται τὸ ἴσον ὕδωρ τῷ τε κατηγοροῦντι καὶ τῷ ἀπολογουμένῳ,
4 διαμετρεῖται δὲ πρὸς τὰς ἡμέρας τοῦ Ποσιδεῶνος μηνός α̣ρο̣ ντ̣α̣ι̣ χρῶνται ια τενταις τα κλι ἀπο ασιν οἱ δικασταὶ ολ εἰς ὃν ἕκαστοι λ τε γὰρ ἔσπευδον πετρος ἐξωθεῖν τοὺς λει ν ὕδωρ λαμβαν εἰσιν, ὁ μὲν ἕτερος τοῖς διώκουσιν, ὁ δέ ἕτερος τοῖς φεύγουσιν.
5 ἐν δὲ τοῖς α̣τ̣ο̣ ἐξεῖλε τῷ διαψηφισμῷ ῳ. δ̣ι̣αιρεῖται δʼ ἡ ἡμέρα ἐπὶ τοῖς ἀγώνων ὅσοις πρόσεστι δεσμὸς ἢ θάνατος ἢ φυγὴ ἢ ἀτιμία ἢ δήμευσις χρημάτων μο̣ι̣ς ὅ τι χρὴ παθεῖν ἢ ἀποτεῖσαι.
1 τὰ δὲ πολλὰ τῶν δικαστηρίων ἐστὶ φ σο ασιν· ὅταν δὲ δέῃ τὰς δημοσίας γραφὰς εἰς ᾶ εἰσαγαγεῖν, συνέρχεται β δικαστήρια εἰς τὴν ἡλιαίαν. τὰ κ̣ν̣α̣. εἰς φ καὶ ᾶ τρία δικαστήρια.
2 ψῆφοι δέ εἰσιν χαλκαῖ, αὐλίσκον ἔχουσαι ἐν τῷ μέσῳ, αἱ μὲν ἡμίσειαι τετρυπημέναι, αἱ δὲ ἡμίσειαι πλήρεις· οἱ δὲ λαχόντες ἐπὶ τὰς ψήφους, ἐπειδὰν εἰρημένοι ὦσιν οἱ λόγοι, παραδιδόασιν ἑκάστῳ τῶν δικαστῶν δύο ψήφους, τετρυπημένην καὶ πλήρη, φανερὰς ὁρᾶν τοῖς ἀντιδίκοις, ἵνα μήτε πλήρεις μήτε τετρυπημένας ἀμφοτέρας λαμβάνωσιν. ὁ δὲ ταύτην τὴν ἀρχὴν ε?ἰ?ληχὼς ἀπολαμβάνει τὰ σύμβολα, ἀνθʼ ὧν εἷς ἕκαστος ψηφιζόμενος λαμβάνει σύμβολον χαλκοῦν μετὰ τὸν γ ʽἀποδιδοὺς γὰρ γ λαμβάνεἰ, ἵνα ψηφίζωνται πάντες· οὐ γὰρ ἔστι λαβεῖν σύμβολον οὐδενί, ἐὰν μὴ ψηφίζηται.
3 εἰσὶ δὲ ἀμφορεῖς δύο κείμενοι ἐν τῷ δικαστηρίῳ, ὁ μὲν χαλκοῦς, ὁ δὲ ξύλινος, διαιρετοὶ ὅπως μὴ λάθῃ ὑποβάλλων τις ψήφους, εἰς οὓς ψηφίζονται οἱ δικασταί, ὁ μὲν χαλκοῦς κύριος, ὁ δὲ ξύλινος ἄκυρος, ἔχων ὁ χαλκοῦς ἐπίθημα διερρινημένον, ὥστʼ αὐτὴν μόνην χωρεῖν τὴν ψῆφον, ἵνα μὴ δύο ὁ αὐτὸς ἐμβάλλῃ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme