4
ἐπειδὰν δὲ διαψηφίζεσθαι μέλλωσιν οἱ δικασταί, ὁ κήρυξ ἀγορεύει πρῶτον, ἂν ἐπισκήπτωνται οἱ ἀντίδικοι ταῖς μαρτυρίαις· οὐ γὰρ ἔστιν ἐπισκήψασθαι, ὅταν ἄρξωνται διαψηφίζεσθαι. ἔπειτα πάλιν ἀνακηρύττει "3ἡ τετρυπημένη τοῦ πρότερον λέγοντος, ἡ δὲ πλήρης τοῦ ὕστερον λέγοντος."3 ὁ δὲ δικαστὴς λαβόμενος ἐκ τοῦ λυχνείου τὰς ψήφους, πιέζων τὸν αὐλίσκον τῆς ψήφου καὶ οὐ δεικνύων τοῖς ἀγωνιζομένοις οὔτε τὸ τετρυπημένον οὔτε τὸ πλῆρες, ἐμβάλλει τὴν μὲν κυρίαν εἰς τὸν χαλκοῦν ἀμφορέα, τὴν δὲ ἄκυρον εἰς τὸν ξύλινον.
1
πάντες δʼ ἐπειδὰν ὦσι διεψηφισμένοι, λαβόντες οἱ ὑπηρέται τὸν ἀμφορέα τὸν κύριον, ἐξερῶσι ἐπὶ ἄβακα τρυπήματα ἔχοντα ὅσαιπερ εἰσὶν αἱ ψῆφοι, ἵνʼ αὗται φανεραὶ προκείμεναι καὶ εὐαρίθμητοι ὦσιν, καὶ τὰ τρυπητὰ καὶ τὰ πλήρη δῆλα τοῖς ἀντιδίκοις. οἱ δὲ ἐπὶ τὰς ψήφους εἰληχότες διαριθμοῦσιν αὐτὰς ἐπὶ τοῦ ἄβακος, χωρὶς μὲν τὰς πλήρεις, χωρὶς δὲ τὰς τετρυπημένας. καὶ ἀναγορεύει ὁ κήρυξ τὸν ἀριθμὸν τῶν ψήφων, τοῦ μὲν διώκοντος τὰς τετρυπημένας, τοῦ δὲ φεύγοντος τὰς πλήρεις· ὁποτέρῳ δʼ ἂν πλείων γένηται, οὗτος νικᾷ, ἂν δὲ ἴσαι, ὁ φεύγων.
2
ἔπειτα πάλιν τιμῶσι, ἂν δέῃ τιμῆσαι, τὸν αὐτὸν τρόπον ψηφιζόμενοι, τὸ μὲν σύμβολον ἀποδιδόντες, βακτηρίαν δὲ πάλιν παραλαμβάνοντες. ἡ δὲ τίμησίς ἐστιν πρὸς ἡμίχουν ὕδατος ἑκατέρῳ. ἐπειδὰν δὲ αὐτοῖς ᾖ δεδικασμένα τὰ ἐκ τῶν νόμων, ἀπολαμβάνουσιν τὸν μισθὸν ἐν τῷ μέρει οὗ ἔλαχον ἕκαστοι.
Epit. Heraclidis 1: (ἐκ τῶν Ἡρακλείδου περὶ Πολιτειῶν.)
1
Ἀθηναῖοι τὸ μὲν ἐξ ἀρχῆς ἐχρῶντο βασιλείᾳ. συνοικησάντος δὲ Ἴωνος αὐτοῖς τότε πρῶτον Ἴωνες ἐκλήθησαν. Πανδίων δὲ βασιλεύσας μετὰ Ἐρεχθέα διένειμε τὴν ἀρχὴν τοῖς υἱοῖς. καὶ διετέλουν οὗτοι στασίαζοντες.
Harpocration:
2
Ἀπόλλων πατρῷος ὁ Πύθιος. προσηγορία τίς ἐστι τοῦ θεοῦ, πολλῶν καὶ ἄλλων οὐσῶν. τὸν δὲ Ἀπόλλωνα κοινῶς πατρῷον τιμῶσιν Ἀθηναῖοι ἀπὸ Ἴωνος· τούτου γὰρ ‹συν›οἰκήσαντος τὴν Ἀττικήν, ὡς Ἀριστοτέλης φησί, τοὺς Ἀθηναίους Ἴωνας κληθῆναι, καὶ Ἀπόλλωνα Πατρῷον αὐτοῖς ὀνομασθῆναι.
Schol. Aristoph. Av. 1537: