Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 1

7 πεπροοιμιασμένων δὲ καὶ τούτων, λέγωμεν ἀρξάμενοι πρῶτον ἀπὸ τῶν πρώτων, ὥσπερ εἴρηται, οὐ σαφῶς λεγομένων, ζητοῦντες ἐπὶ τὸ σαφῶς εὑρεῖν τί ἐστιν ἡ εὐδαιμονία. ὁμολογεῖται δὴ μέγιστον εἶναι καὶ ἄριστον τοῦτο τῶν ἀγαθῶν τῶν ἀνθρωπίνων. ἀνθρώπινον δὲ λέγομεν, ὅτι τάχʼ ἂν εἴη καὶ βελτίονός τινος ἄλλου τῶν ὄντων εὐδαιμονία, οἷον θεοῦ. τῶν μὲν γὰρ ἄλλων ζῴων, ὅσα χείρω τὴν φύσιν τῶν ἀνθρώπων ἐστίν, οὐθὲν κοινωνεῖ ταύτης τῆς προσηγορίας· οὐ γάρ ἐστιν εὐδαίμων ἵππος οὐδʼ ὄρνις οὐδʼ ἰχθὺς οὐδʼ ἄλλο τῶν ὄντων οὐθέν, ὃ μὴ κατὰ τὴν ἐπωνυμίαν ἐν τῇ φύσει μετέχει θείου τινός, ἀλλὰ κατʼ ἄλλην τινὰ τῶν ἀγαθῶν μετοχὴν τὸ μὲν βέλτιον ζῇ τὸ δὲ χεῖρον αὐτῶν.
7 ἀλλʼ ὅτι τοῦτον ἔχει τὸν τρόπον, ὕστερον ἐπισκεπτέον· νῦν δὲ λέγομεν ὅτι τῶν ἀγαθῶν τὰ μέν ἐστιν ἀνθρώπῳ πρακτὰ τὰ δʼ οὐ πρακτά. τοῦτο δὲ λέγομεν οὕτως, διότι ἔνια τῶν ὄντων οὐθὲν μετέχει κινήσεως, ὥστʼ οὐδὲ τῶν ἀγαθῶν· καὶ ταῦτʼ ἴσως ἄριστα τὴν φύσιν ἐστίν. ἔνια δὲ πρακτὰ μέν, ἀλλὰ πρακτὰ κρείττοσιν ἡμῶν. ἐπειδὴ δὲ διχῶς λέγεται τὸ πρακτόν (καὶ γὰρ ὧν ἕνεκα πράττομεν καὶ ἃ τούτων ἕνεκα μετέχει πράξεως, οἷον καὶ τὴν ὑγίειαν καὶ τὸν πλοῦτον τίθεμεν τῶν πρακτῶν, καὶ τὰ τούτων πραττόμενα χάριν, τά θʼ ὑγιεινὰ καὶ τὰ χρηματιστικά), δῆλον ὅτι καὶ τὴν εὐδαιμονίαν τῶν ἀνθρώπῳ πρακτῶν ἄριστον θετέον.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme