Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 2

5 συμβαίνει μέντοι τὰς ἀντιθέσεις ἔνθα μὲν φανερωτέρας εἶναι πάσας, ἔνθα δὲ τὰς ἐπὶ τὴν ὑπερβολήν, ἐνιαχοῦ δὲ τὰς ἐπὶ τὴν ἔλλειψιν. αἴτιον δὲ τῆς ἐναντιώσεως, ὅτι οὐκ ἀεὶ ἐπὶ ταὐτὰ τῆς ἀνισότητος ἢ ὁμοιότητος πρὸς τὸ μέσον, ἀλλʼ ὁτὲ μὲν θᾶττον ἂν μεταβαίη ἀπὸ τῆς ὑπερβολῆς ἐπὶ τὴν μέσην ἕξιν, ὁτὲ δʼ ἀπὸ τῆς ἐλλείψεως, ἧς ὃς πλέον ἀπέχει, οὗτος δοκεῖ ἐναντιώτερος εἶναι, οἷον καὶ περὶ τὸ σῶμα ἐν μὲν τοῖς πόνοις ὑγιεινότερον ἡ ὑπερβολὴ τῆς ἐλλείψεως καὶ ἐγγύτερον τοῦ μέσου, ἐν δὲ τῇ τροφῇ ἡ ἔλλειψις ὑπερβολῆς. ὥστε καὶ αἱ προαιρετικαὶ ἕξεις αἱ φιλογυμναστικαὶ φιλοϋγιεῖς μᾶλλον ἔσονται καθʼ ἑκατέραν τὴν αἵρεσιν, ἔνθα μὲν αἱ πολυπονώτεραι, ἔνθα δʼ αἱ ὑποστατικώτεραι, καὶ ἐναντίος τῷ μετρίῳ καὶ τῷ ὡς ὁ λόγος ἔνθα μὲν ὁ ἄπονος καὶ οὐκ ἄμφω, ἔνθα δὲ καὶ ὁ ἀπολαυστικὸς καὶ οὐχ ὁ πεινητικός. συμβαίνει δὲ τοῦτο, διότι ἡ φύσις εὐθὺς οὐ πρὸς ἅπαντα ὁμοίως ἀφέστηκε τοῦ μέσου, ἀλλʼ ἧττον μὲν φιλόπονοι ἐσμέν, μᾶλλον δʼ ἀπολαυστικοί. ὁμοίως δὲ ταῦτʼ ἔχει καὶ περὶ ψυχῆς. ἐναντίαν δὲ τίθεμεν τὴν ἕξιν ἐφʼ ἥν τε ἁμαρτάνομεν μᾶλλον καὶ ἐφʼ ἣν οἱ πολλοί (ἡ δʼ ἑτέρα ὥσπερ οὐκ οὖσα λανθάνει· διὰ γὰρ τὸ ὀλίγον ἀναίσθητος ἐστίν), οἷον ὀργὴν πραότητι καὶ τὸν ὀργίλον τῷ πράῳ. καίτοι ἐστὶν ὑπερβολὴ καὶ ἐπὶ τὸ ἵλεων εἶναι καὶ τὸ καταλλακτικὸν εἶναι καὶ μὴ ὀργίζεσθαι ῥαπιζόμενον. ἀλλʼ ὀλίγοι οἱ τοιοῦτοι, ἐπʼ ἐκεῖνο δὲ πάντες ῥέπουσι μᾶλλον. διὸ καὶ οὐ κολακικὸν ὁ θυμός.
5 ἐπεὶ δʼ εἴληπται ἡ διαλογὴ τῶν ἕξεων καθʼ ἕκαστα τὰ πάθη, καὶ αἱ ὑπερβολαὶ καὶ ἐλλείψεις, καὶ τῶν ἐναντίων ἕξεων, καθʼ ἃς ἔχουσι κατὰ τὸν ὀρθὸν λόγον (τίς δʼ ὁ ὀρθὸς λόγος, καὶ πρὸς τίνα δεῖ ὅρον ἀποβλέποντας λέγειν τὸ μέσον, ὕστερον ἐπισκεπτέον), φανερὸν ὅτι πᾶσαι αἱ ἠθικαὶ ἀρεταὶ καὶ κακίαι περὶ ἡδονῶν καὶ λυπῶν ὑπερβολὰς καὶ ἐλλείψεις εἰσί, καὶ ἡδοναὶ καὶ λῦπαι ἀπὸ τῶν εἰρημένων ἕξεων καὶ παθημάτων γίνονται. ἀλλὰ μὴν ἥ γε βελτίστη ἕξις ἡ περὶ ἕκαστα μέση ἐστίν. δῆλον τοίνυν ὅτι αἱ ἀρεταὶ ἢ πᾶσαι ἢ τούτων τινὲς ἔσονται τῶν μεσοτήτων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme