Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 2

7 ληπτέον ἄρα τί τὸ ἑκούσιον καὶ τί τὸ ἀκούσιον, καὶ τί ἐστιν ἡ προαίρεσις, ἐπειδὴ ἡ ἀρετὴ καὶ ἡ κακία ὁρίζεται τούτοις. πρῶτον σκεπτέον τὸ ἑκούσιον καὶ τὸ ἀκούσιον. τριῶν δὴ τούτων ἕν τι δόξειεν ἂν εἶναι, ἤτοι κατʼ ὄρεξιν ἢ κατὰ προαίρεσιν ἢ κατὰ διάνοιαν, τὸ μὲν ἑκούσιον κατὰ τούτων τι, τὸ δʼ ἀκούσιον παρὰ τούτων τι. ἀλλὰ μὴν ἡ ὄρεξις εἰς τρία διαιρεῖται, εἰς βούλησιν καὶ θυμὸν καὶ ἐπιθυμίαν· ὥστε ταῦτα διαιρετέον, καὶ πρῶτον κατʼ ἐπιθυμίαν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme