Book 2
9
ὥστʼ εἰ τὸ ἑκούσιον καὶ ἀκούσιον καὶ πρὸς τὸ βίᾳ ἔδει σκέψασθαι, τοῦτο μὲν οὕτω διῃρήσθω (οἱ γὰρ μάλιστʼ ἐμποδίζοντες τὸ ἑκούσιον ὡς βίᾳ πράττοντες, ἀλλʼ ἑκόντες)· ἐπεὶ δὲ τοῦτʼ ἔχει τέλος, καὶ οὔτε τῇ ὀρέξει οὔτε τῇ προαιρέσει τὸ ἑκούσιον ὥρισται, λοιπὸν δὴ ὁρίσασθαι τὸ κατὰ τὴν διάνοιαν. δοκεῖ δὴ ἐναντίον εἶναι τὸ ἑκούσιον τῷ ἀκουσίῳ, καὶ τὸ εἰδότα ἢ ὃν ἢ ᾧ ἢ οὗ ἕνεκα (ἐνίοτε γὰρ οἶδε μὲν ὅτι πατήρ, ἀλλʼ οὐχ ἵνα ἀποκτείνῃ, ἀλλʼ ἵνα σώσῃ, ὥσπερ αἱ Πελιάδες, ἤτοι ὡς τοδὶ μὲν πόμα, ἀλλʼ ὡς φίλτρον καὶ οἶνον, τὸ δʼ ἦν κώνειον) τῷ ἀγνοοῦντα καὶ ὃν καὶ ᾧ καὶ ὃ διʼ ἄγνοιαν, μὴ κατὰ συμβεβηκός· τὸ δὲ διʼ ἄγνοιαν, καὶ ὃ καὶ ᾧ καὶ ὅν, ἀκούσιον· τὸ ἐναντίον ἄρʼ ἑκούσιον. ὅσα μὲν οὖν ἐφʼ ἑαυτῷ ὂν μὴ πράττειν πράττει μὴ ἀγνοῶν καὶ διʼ αὑτόν, ἑκούσια ταῦτʼ ἀνάγκη εἶναι, καὶ τὸ ἑκούσιον τοῦτʼ ἐστίν· ὅσα δʼ ἀγνοῶν καὶ διὰ τὸ ἀγνοεῖν, ἄκων. ἐπεὶ δὲ τὸ ἐπίστασθαι καὶ τὸ εἰδέναι διττόν, ἓν μὲν τὸ ἔχειν, ἓν δὲ τὸ χρῆσθαι τῇ ἐπιστήμη, ὁ ἔχων μὴ χρώμενος δὲ ἔστι μὲν ὡς δικαίως ἂν ἀγνοῶν λέγοιτο, ἔστι δὲ ὡς οὐ δικαίως, οἷον εἰ διʼ ἀμέλειαν μὴ ἐχρῆτο. ὁμοίως δὲ καὶ μὴ ἔχων τις ψέγοιτο ἄν, εἰ ὃ ῥᾴδιον ἢ ἀναγκαῖον ἦν, μὴ ἔχει διʼ ἀμέλειαν ἢ ἡδονὴν ἢ λύπην. ταῦτʼ οὖν προσδιοριστέον.