Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 3

6 ἔστι δὲ καὶ ὁ μεγαλοπρεπὴς οὐ περὶ τὴν τυχοῦσαν πρᾶξιν καὶ προαίρεσιν, ἀλλὰ τὴν δαπάνην, εἰ μή που κατὰ μεταφορὰν λέγομεν· ἄνευ δὲ δαπάνης μεγαλοπρέπεια οὐκ ἔστιν. τὸ μὲν γὰρ πρέπον ἐν κόσμῳ ἐστίν, ὁ δὲ κόσμος οὐκ ἐκ τῶν τυχόντων ἀναλωμάτων, ἀλλʼ ἐν ὑπερβολῇ τῶν ἀναγκαίων ἐστίν. ὁ δὴ ἐν μεγάλῃ δαπάνῃ τοῦ πρέποντος μεγέθους προαιρετικός, καὶ τῆς τοιαύτης μεσότητος καὶ ἐπὶ τῇ τοιαύτῃ ἡδονῇ ὀρεκτικός, μεγαλοπρεπής. ὁ δʼ ἐπὶ τὸ μεῖζον καὶ παρὰ μέλος, ἀνώνυμος· οὐ μὴν ἀλλʼ ἔχει τινὰ γειτνίασιν, οὓς καλοῦσί τινες ἀπειροκάλους καὶ σαλάκωνας. οἷον εἰ εἰς γάμον δαπανῶν τις τοῦ ἀγαπητοῦ, πλούσιος ὤν, δοκεῖ πρέπειν ἑαυτῷ τοιαύτην κατασκευὴν οἷον ἀγαθοδαιμονιστὰς ἑστιῶντι, οὗτος μὲν μικροπρεπής, ὁ δὲ τοιούτους δεχόμενος ἐκείνως μὴ δόξης χάριν μηδὲ διʼ ἐξουσίαν ὅμοιος τῷ σαλάκωνι, ὁ δὲ κατʼ ἀξίαν καὶ ὡς ὁ λόγος, μεγαλοπρεπής· τὸ γὰρ πρέπον κατʼ ἀξίαν ἐστίν· οὐθὲν γὰρ πρέπει τῶν παρὰ τὴν ἀξίαν. δεῖ δὲ πρέπον εἶναι (καὶ γὰρ τοῦ πρέποντος κατʼ ἀξίαν καὶ πρέπον) καὶ περὶ ὃ (οἷον περὶ οἰκέτου γάμον ἕτερον τὸ πρέπον καὶ περὶ ἐρωμένου) καὶ αὐτῷ, εἴπερ ἐπὶ τοσοῦτον ἢ τοιοῦτον, οἷον τὴν θεωρίαν οὐκ ᾤετο Θεμιστοκλεῖ πρέπειν, ἣν ἐποιήσατο Ὀλυμπίαζε, διὰ τὴν προϋπάρξασαν ταπεινότητα, ἀλλὰ Κίμωνι. ὁ δʼ ὅπως ἔτυχεν ἔχων πρὸς τὴν ἀξίαν ὃ οὐθεὶς τούτων. καὶ ἐπʼ ἐλευθεριότητος ὡσαύτως· ἔστι γάρ τις οὔτʼ ἐλευθέριος οὔτʼ ἀνελεύθερος.
7 σχεδὸν δὲ καὶ τῶν ἄλλων ἕκαστα τῶν περὶ τὸ ἦθος ἐπαινετῶν καὶ ψεκτῶν τὰ μὲν ὑπερβολαὶ τὰ δʼ ἐλλείψεις τὰ δὲ μεσότητές εἰσι παθητικαί. οἷον ὁ φθονερὸς καὶ ἐπιχαιρέκακος. καθʼ ἃς γὰρ ἕξεις λέγονται, ὁ μὲν φθόνος τὸ λυπεῖσθαι ἐπὶ τοῖς κατʼ ἀξίαν εὖ πράττουσιν ἐστίν, τὸ δὲ τοῦ ἐπιχαιρεκάκου πάθος ἐπὶ τὸ αὐτὸ ἀνώνυμον, ἀλλʼ ὁ ἔχων δῆλος, ἐπὶ τὸ χαίρειν ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις. μέσος δὲ τούτων ὁ νεμεσητικός, καὶ ὃ ἐκάλουν οἱ ἀρχαῖοι τὴν νέμεσιν, τὸ λυπεῖσθαι μὲν ἐπὶ ταῖς παρὰ τὴν ἀξίαν κακοπραγίαις καὶ εὐπραγίαις, χαίρειν δʼ ἐπὶ ταῖς ἀξίαις· διὸ καὶ θεὸν οἴονται εἶναι τὴν νέμεσιν.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme