Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 3

1 δοκεῖ δʼ ὁ ἀνδρεῖος ἄφοβος εἶναι ὡς ἐπὶ τὸ πολύ, ὁ δὲ δειλὸς φοβητικός, καὶ ὃ μὲν καὶ πολλὰ καὶ ὀλίγα καὶ μεγάλα καὶ μικρὰ φοβεῖσθαι, καὶ σφόδρα καὶ ταχύ, ὃ δὲ τὸ ἐναντίον ἢ οὐ φοβεῖσθαι ἢ ἠρέμα καὶ μόλις καὶ ὀλιγάκις καὶ μεγάλα, καὶ ὃ μὲν ὑπομένει τὰ φοβερὰ σφόδρα, ὃ δὲ οὐδὲ τὰ ἠρέμα. ποῖα οὖν ὑπομένει ὁ ἀνδρεῖος; πρῶτον πότερον τὰ ἑαυτῷ φοβερὰ ἢ τὰ ἑτέρῳ; εἰ μὲν δὴ τὰ ἑτέρῳ φοβερά, οὐθὲν σεμνὸν φαίη ἄν τις εἶναι· εἰ δὲ τὰ αὑτῷ, εἴη ἂν αὐτῷ μεγάλα καὶ πολλὰ φοβερά. φόβου ποιητικὰ ἑκάστῳ ᾧ φοβερά, οἷον εἰ μὲν σφόδρα φοβερά, εἴη ἂν ἰσχυρὸς ὁ φόβος, εἰ δʼ ἠρέμα, ἀσθενής. ὥστε συμβαίνει τὸν ἀνδρεῖον μεγάλους φόβους καὶ πολλοὺς ποιεῖσθαι. ἐδόκει δὲ τοὐναντίον ἡ ἀνδρεία ἄφοβον παρασκευάζειν, τοῦτο δʼ εἶναι ἐν τῷ ἢ μηθὲν ἢ ὀλίγα φοβεῖσθαι, καὶ ἠρέμα καὶ μόλις. ἀλλʼ ἴσως τὸ φοβερὸν λέγεται, ὥσπερ καὶ τὸ ἡδὺ καὶ τὸ ἀγαθόν, διχῶς. τὰ μὲν γὰρ ἁπλῶς, τὰ δὲ τινὶ μὲν καὶ ἡδέα καὶ ἀγαθὰ ἐστίν, ἁπλῶς δʼ οὔ, ἀλλὰ τοὐναντίον φαῦλα καὶ οὐχ ἡδέα, ὅσα τοῖς πονηροῖς ὠφέλιμα καὶ ὅσα ἡδέα τοῖς παιδίοις ᾗ παιδία. ὁμοίως δὲ καὶ τὰ φοβερὰ τὰ μὲν ἁπλῶς ἐστί, τὰ δὲ τινί. ἃ μὲν δὴ δειλὸς φοβεῖται ᾗ δειλός, τὰ μὲν οὐδενί ἐστι φοβερά, τὰ δʼ ἠρέμα· τὰ δὲ τοῖς πλείστοις φοβερά, καὶ ὅσα τῇ ἀνθρωπίνῃ φύσει, ταῦθʼ ἁπλῶς φοβερὰ λέγομεν. ὁ δʼ ἀνδρεῖος πρὸς ταῦτʼ ἔχει ἀφόβως, καὶ ὑπομένει τὰ τοιαῦτα φοβερά, ἃ ἔστι μὲν ὡς φοβερὰ αὐτῷ, ἔστι δʼ ὡς οὔ, ᾗ μὲν ἄνθρωπος, φοβερά, ᾗ δʼ ἀνδρεῖος, οὐ φοβερὰ ἀλλʼ ἢ ἠρέμα ἢ οὐδαμῶς. ἔστι μέντοι φοβερὰ ταῦτα· τοῖς γὰρ πλείστοις φοβερά. διὸ καὶ ἐπαινεῖται ἡ ἕξις· ὥσπερ γὰρ ὁ ἰσχυρὸς καὶ ὑγιεινὸς ἔχει. καὶ γὰρ οὗτοι οὐ τῷ ὑπὸ μηθενὸς ὃ μὲν πόνου τρίβεσθαι, ὃ δʼ ὑπὸ μηδεμιᾶς ὑπερβολῆς, τοιοῦτοι εἰσίν, ἀλλὰ τῷ ὑπὸ τούτων ἀπαθεῖς εἶναι, ἢ ἁπλῶς ἢ ἠρέμα, ὑφʼ ὧν οἱ πολλοὶ καὶ οἱ πλεῖστοι. οἱ μὲν οὖν νοσώδεις καὶ ἀσθενεῖς καὶ δειλοὶ καὶ ὑπὸ τῶν κοινῶν παθημάτων πάσχουσί τι, πλὴν θᾶττόν τε καὶ μᾶλλον ἢ οἱ πολλοί, καὶ ἔτι ὑφʼ ὧν οἱ πολλοὶ πάσχουσιν, ὑπὸ τούτων ἀπαθεῖς ἢ ὅλως ἢ ἠρέμα.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme