Book 3
1
ἀπορεῖται δʼ εἰ τῷ ἀνδρείῳ οὐθέν ἐστι φοβερόν, οὐδʼ ἂν φοβηθείη. ἢ οὐθὲν κωλύει τὸν εἰρημένον τρόπον; ἡ γὰρ ἀνδρεία ἀκολούθησις τῷ λόγῳ ἐστίν, ὁ δὲ λόγος τὸ καλὸν αἱρεῖσθαι κελεύει. διὸ καὶ ὁ μὴ διὰ τοῦτο ὑπομένων αὐτά, οὗτος ἤτοι ἐξέστηκεν ἢ θρασύς· ὁ δὲ διὰ τὸ καλὸν ἄφοβος καὶ ἀνδρεῖος μόνος. ὁ μὲν οὖν δειλὸς καὶ ἃ μὴ δεῖ φοβεῖται, ὁ δὲ θρασὺς καὶ ἃ μὴ δεῖ θαρρεῖ· ὁ δʼ ἀνδρεῖος ἄμφω ἃ δεῖ, καὶ ταύτῃ μέσος ἐστίν. ἃ γὰρ ἂν ὁ λόγος κελεύῃ, ταῦτα καὶ θαρρεῖ καὶ φοβεῖται. ὁ δὲ λόγος τὰ μεγάλα λυπηρὰ καὶ φθαρτικὰ οὐ κελεύει ὑπομένειν, ἂν μὴ καλὰ ᾖ. ὁ μὲν οὖν θρασύς, καὶ εἰ μὴ κελεύει, ταῦτα θαρρεῖ, ὁ δὲ δειλὸς οὐδʼ ἂν κελεύῃ· ὁ δὲ ἀνδρεῖος μόνος, ἐὰν κελεύῃ.
1
ἔστι δʼ εἴδη ἀνδρείας πέντε λεγόμενα καθʼ ὁμοιότητα· τὰ αὐτὰ γὰρ ὑπομένουσιν, ἀλλʼ οὐ διὰ τὰ αὐτά. μία μὲν πολιτική· αὕτη δʼ ἐστὶν ἡ διʼ αἰδῶ οὖσα. δευτέρα ἡ στρατιωτική· αὕτη δὲ διʼ ἐμπειρίαν καὶ τὸ εἰδέναι, οὐχ ὥσπερ Σωκράτης ἔφη τὰ δεινά, ἀλλʼ ὅτι τὰς βοηθείας τῶν δεινῶν. τρίτη δʼ ἡ διʼ ἀπειρίαν καὶ ἄγνοιαν, διʼ ἣν τὰ παιδία καὶ οἱ μαινόμενοι οἳ μὲν ὑπομένουσι τὰ φερόμενα, οἳ δὲ λαμβάνουσι τοὺς ὄφεις. ἄλλη δʼ ἡ κατʼ ἐλπίδα, καθʼ ἣν οἵ τε κατευτυχηκότες πολλάκις ὑπομένουσι τοὺς κινδύνους καὶ οἱ μεθύοντες· εὐέλπιδας γὰρ ποιεῖ ὁ οἶνος. ἄλλη δὲ διὰ πάθος ἀλόγιστον, οἷον διʼ ἔρωτα καὶ θυμόν. ἄν τε γὰρ ἐρᾷ, θρασὺς μᾶλλον ἢ δειλός, καὶ ὑπομένει πολλοὺς κινδύνους, ὥσπερ ὁ ἐν Μεταποντίῳ τὸν τύραννον ἀποκτείνας καὶ ὁ ἐν Κρήτῃ μυθολογούμενος· καὶ διʼ ὀργὴν καὶ θυμὸν ὡσαύτως. ἐκστατικὸν γὰρ ὁ θυμός. διὸ καὶ οἱ ἄγριοι σύες ἀνδρεῖοι δοκοῦσιν εἶναι, οὐκ ὄντες· ὅταν γὰρ ἐκστῶσι, τοιοῦτοι εἰσίν, εἰ δὲ μή, ἀνώμαλοι, ὥσπερ οἱ θρασεῖς. ὅμως δὲ μάλιστα φυσικὴ ἡ τοῦ θυμοῦ· ἀήττητον γὰρ ὁ θυμός, διὸ καὶ οἱ παῖδες ἄριστα μάχονται. διὰ νόμον δὲ ἡ πολιτικὴ ἀνδρεία. κατʼ ἀλήθειαν δὲ οὐδεμία τούτων, ἀλλὰ πρὸς τὰς παρακελεύσεις τὰς ἐν τοῖς κινδύνοις χρήσιμα ταῦτα πάντα.