Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 3

1 οἱ μὲν οὖν δειλοὶ καὶ θρασεῖς ἐπιψεύδονται διὰ τὰς ἕξεις· τῷ μὲν γὰρ δειλῷ τά τε μὴ φοβερὰ δοκεῖ φοβερὰ εἶναι καὶ τὰ ἠρέμα σφόδρα, τῷ δὲ θρασεῖ τὸ ἐναντίον τά τε φοβερὰ θαρραλέα καὶ τὰ σφόδρα ἠρέμα, τῷ δʼ ἀνδρείῳ τἀληθῆ μάλιστα. διόπερ οὔτʼ εἴ τις ὑπομένοι τὰ φοβερὰ διʼ ἄγνοιαν, ἀνδρεῖος, οἷον εἴ τις τοὺς κεραυνοὺς ὑπομένοι φερομένους διὰ μανίαν, οὔτʼ εἰ γιγνώσκων ὅσος ὁ κίνδυνος, διὰ θυμόν, οἷον οἱ Κελτοὶ πρὸς τὰ κύματα ὅπλα ἀπαντῶσι λαβόντες, καὶ ὅλως ἡ βαρβαρικὴ ἀνδρεία μετὰ θυμοῦ ἐστίν. ἔνιοι δὲ καὶ διʼ ἄλλας ἡδονὰς ὑπομένουσιν. καὶ γὰρ ὁ θυμὸς ἡδονὴν ἔχει τινά· μετʼ ἐλπίδος γάρ ἐστι τιμωρίας. ἀλλʼ ὅμως οὔτʼ εἰ διὰ ταύτην οὔτʼ εἰ διʼ ἄλλην ἡδονὴν ὑπομένει τις τὸν θάνατον ἢ φυγὴν μειζόνων λυπῶν, οὐδεὶς δικαίως ἂν ἀνδρεῖος λέγοιτο τούτων. εἰ γὰρ ἦν ἡδὺ τὸ ἀποθνήσκειν, πολλάκις ἂν διʼ ἀκρασίαν ἀπέθνησκον οἱ ἀκόλαστοι, ὥσπερ καὶ νῦν αὐτοῦ μὲν τοῦ ἀποθνήσκειν οὐκ ὄντος ἡδέος, τῶν ποιητικῶν δʼ αὐτοῦ, πολλοὶ διʼ ἀκρασίαν περιπίπτουσιν εἰδότες, ὧν οὐθεὶς ἂν ἀνδρεῖος εἶναι δόξειεν, εἰ καὶ πάνυ ἑτοίμως ἀποθνήσκειν. οὔτʼ εἰ φεύγοντες τὸ πονεῖν, ὅπερ πολλοὶ ποιοῦσιν, οὐδὲ τῶν τοιούτων οὐδεὶς ἀνδρεῖος, καθάπερ καὶ Ἀγάθων φησὶ φαῦλοι βροτῶν γὰρ τοῦ πονεῖν ἡσσώμενοι, θανεῖν ἐρῶσιν. Agathon Fr. 7 ὥσπερ καὶ τὸν Χείρωνα μυθολογοῦσιν οἱ ποιηταὶ διὰ τὴν ἀπὸ τοῦ ἕλκους ὀδύνην εὔξασθαι ἀποθανεῖν ἀθάνατον ὄντα. παραπλησίως δὲ τούτοις καὶ ὅσοι διʼ ἐμπειρίαν ὑπομένουσι τοὺς κινδύνους, ὅνπερ τρόπον σχεδὸν οἱ πλεῖστοι τῶν στρατιωτικῶν ἀνθρώπων ὑπομένουσιν. αὐτὸ γὰρ τοὐναντίον ἔχει ἢ ὡς ᾤετο Σωκράτης, ἐπιστήμην οἰόμενος εἶναι τὴν ἀνδρείαν. οὔτε γὰρ διὰ τὸ εἰδέναι τὰ φοβερὰ θαρροῦσιν οἱ ἐπὶ τοὺς ἱστοὺς ἀναβαίνειν ἐπιστάμενοι, ἀλλʼ ὅτι ἴσασι τὰς βοηθείας τῶν δεινῶν· οὔτε διʼ ὃ θαρραλεώτερον ἀγωνίζονται, τοῦτο ἀνδρεία. καὶ γὰρ ἂν ἡ ἰσχὺς καὶ ὁ πλοῦτος κατὰ Θέογνιν ἀνδρεία εἶεν· πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος. Theog. 177 φανερῶς δʼ ἔνιοι δειλοὶ ὄντες ὅμως ὑπομένουσι διʼ ἐμπειρίαν· τοῦτο δέ, ὅτι οὐκ οἴονται κίνδυνον εἶναι· ἴσασι γὰρ τὰς βοηθείας. σημεῖον δέ· ὅταν γὰρ μὴ ἔχειν οἴωνται βοήθειαν, ἀλλʼ ἤδη πλησίον ᾖ τὸ δεινόν, οὐχ ὑπομένουσιν. ἀλλὰ πάντων τῶν τοιούτων ἀνδρείων οἱ διὰ τὴν αἰδῶ ὑπομένοντες μάλιστα φανεῖεν ἂν ἀνδρεῖοι, καθάπερ καὶ Ὅμηρος τὸν Ἕκτορά φησιν ὑπομεῖναι τὸν κίνδυνον τὸν πρὸς τὸν Ἀχιλλέα· Ἕκτορα δʼ αἰδὼς εἷλε· source unknown καὶ Πουλυδάμας μοι πρῶτος ἐλεγχείην ἀναθήσει. Hom. Il. 22.100 καὶ ἐστὶν ἡ πολιτικὴ ἀνδρεία αὕτη. ἡ δʼ ἀληθὴς οὔτε αὕτη οὔτʼ ἐκείνων οὐδεμία, ἀλλὰ ὁμοία μέν, ὥσπερ καὶ ἡ τῶν θηρίων, ἃ διὰ τὸν θυμὸν ὁμόσε τῇ πληγῇ φέρεται. οὔτε γὰρ ὅτι ἀδοξήσει, δεῖ μένειν φοβουμένους, οὔτε διʼ ὀργήν, οὔτε διὰ τὸ μὴ νομίζειν ἀποθανεῖσθαι, ἢ διὰ τὸ δυνάμεις ἔχειν φυλακτικάς· οὐδὲ γὰρ οἰήσεται οὕτω γε φοβερὸν εἶναι οὐθέν. ἀλλʼ ἐπειδὴ πᾶσα ἀρετὴ προαιρετική (τοῦτο δὲ πῶς λέγομεν, εἴρηται πρότερον, ὅτι ἕνεκά τινος πάντα αἱρεῖσθαι ποιεῖ, καὶ τοῦτό ἐστι τὸ οὗ ἕνεκα, τὸ καλόν), δῆλον ὅτι καὶ ἡ ἀνδρεία ἀρετή τις οὖσα ἕνεκά τινος ποιήσει τὰ φοβερὰ ὑπομένειν, ὥστʼ οὔτε διʼ ἄγνοιαν (ὀρθῶς γὰρ μᾶλλον ποιεῖ κρίνειν) οὔτε διʼ ἡδονήν, ἀλλʼ ὅτι καλόν, ἐπεί, ἄν γε μὴ καλὸν ᾖ ἀλλὰ μανικόν, οὐχ ὑπομένει· αἰσχρὸν γάρ.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme