Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 3

2 ἀναίσθητος μὲν οὖν, ἢ ὅπως δεῖ ὀνομάζειν, ὁ οὕτως ἔχων ὥστε καὶ ἐλλείπειν ὅσων ἀνάγκη κοινωνεῖν ὡς ἐπὶ τὸ πολὺ πάντας καὶ χαίρειν· ὁ δʼ ὑπερβάλλων ἀκόλαστος. πάντες γὰρ τούτοις φύσει τε χαίρουσι, καὶ ἐπιθυμίας λαμβάνουσι, καὶ οὐκ εἰσὶν οὐδὲ λέγονται ἀκόλαστοι (οὐ γὰρ ὑπερβάλλουσι τῷ χαίρειν μᾶλλον ἢ δεῖ τυγχάνοντες καὶ λυπεῖσθαι μᾶλλον ἢ δεῖ μὴ τυγχάνοντες), οὐδʼ ἀνάλγητοι (οὐ γὰρ ἐλλείπουσι τῷ χαίρειν ἢ λυπεῖσθαι, ἀλλὰ μᾶλλον ὑπερβάλλουσιν).
2 ἐπεὶ δʼ ἔστιν ὑπερβολὴ καὶ ἔλλειψις περὶ αὐτά, δῆλον ὅτι καὶ μεσότης, καὶ βελτίστη αὕτη ἡ ἕξις, καὶ ἀμφοῖν ἐναντία. ὥστʼ εἰ σωφροσύνη ἡ βελτίστη ἕξις, περὶ ἃ ὁ ἀκόλαστος, ἡ περὶ τὰ ἡδέα τὰ εἰρημένα τῶν αἰσθητῶν μεσότης σωφροσύνη ἂν εἴη, μεσότης οὖσα ἀκολασίας καὶ ἀναισθησίας· ἡ δʼ ὑπερβολὴ ἀκολασία· ἡ δʼ ἔλλειψις ἤτοι ἀνώνυμος ἢ τοῖς εἰρημένοις ὀνόμασι προσαγορευομένη. ἀκριβέστερον δὲ περὶ τοῦ γένους τῶν ἡδονῶν ἔσται διαιρετέον ἐν τοῖς λεγομένοις ὕστερον περὶ ἐγκρατείας καὶ ἀκρασίας.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme