Book 7
3
τρία μὲν οὖν εἴδη ταῦτα φιλίας· ἐν πᾶσι δὲ τούτοις κατʼ ἰσότητά πως λέγεται ἡ φιλία. καὶ γὰρ οἱ κατʼ ἀρετὴν φίλοι ἐν ἰσότητί πώς εἰσιν ἀρετῆς φίλοι ἀλλήλοις. ἄλλη δὲ διαφορὰ τούτων ἡ καθʼ ὑπερβολήν, ὥσπερ θεοῦ ἀρετὴ πρὸς ἄνθρωπον. τοῦτο γὰρ ἕτερον εἶδος φιλίας, καὶ ὅλως ἄρχοντος καὶ ἀρχομένου, καθάπερ καὶ τὸ δίκαιον ἕτερον· κατʼ ἀναλογίαν γὰρ ἴσον, κατʼ ἀριθμὸν δʼ οὐκ ἴσον. ἐν τούτῳ τῷ γένει πατὴρ πρὸς υἱὸν καὶ ὁ εὐεργέτης πρὸς τὸν εὐεργετηθέντα. αὐτῶν δὲ τούτων διαφοραὶ εἰσίν· ἄλλη πατρὸς πρὸς υἱὸν καὶ ἀνδρὸς πρὸς γυναῖκα, αὕτη μὲν ὡς ἄρχοντος καὶ ἀρχομένου, ἣ δὲ εὐεργέτου πρὸς εὐεργετηθέντα. ἐν ταύταις δὲ ἢ οὐκ ἔνεστιν ἢ οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι. γελοῖον γάρ, εἴ τις ἐγκαλοίη τῷ θεῷ, ὅτι οὐχ ὁμοίως τὸ ἀντιφιλεῖσθαι ὡς φιλεῖται, ἢ τῷ ἄρχοντι καὶ ἀρχομένῳ. φιλεῖσθαι γάρ, οὐ φιλεῖν, τοῦ ἄρχοντος, ἢ φιλεῖν ἄλλον τρόπον. καὶ ἡδονὴ διαφέρει οὐδὲν ἥ τε τοῦ αὐτάρκους ἐπὶ τῷ αὑτοῦ κτήματι ἢ παιδί, καὶ τοῦ ἐνδεοῦς ἐπὶ τῷ γινομένῳ. ὡς δʼ αὕτως καὶ ἐπὶ τῶν διὰ τὴν χρῆσιν φίλων καὶ ἐπὶ τῶν διʼ ἡδονὴν οἳ μὲν κατʼ ἰσότητα εἰσίν, οἳ δὲ καθʼ ὑπεροχήν. διὸ καὶ οἱ ἐκείνως οἰόμενοι ἐγκαλοῦσιν, ἐὰν μὴ ὁμοίως χρήσιμοι καὶ εὖ ποιῶσιν, καὶ ἐπὶ τῆς ἡδονῆς. δῆλον δʼ ἐν τοῖς ἐρωτικοῖς· τοῦτο γὰρ αἴτιον τοῦ μάχεσθαι ἀλλήλοις πολλάκις. ἀγνοεῖ γὰρ ὁ ἐρῶν ὅτι οὐχ ὁ αὐτὸς λόγος αὐτοῖς ἐπὶ τὴν προθυμίαν. διὸ εὑρηκέναι νεῖκος ὁ ἐρώμενος· τοιαῦτʼ ἂν οὐκ ἐρῶν λέγοι. οἳ δὲ νομίζουσι τὸν αὐτὸν εἶναι λόγον.