Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

6 πόσα μὲν οὖν εἴδη φιλίας, καὶ τίνες διαφοραὶ καθʼ ἃς λέγονται οἱ τε φίλοι καὶ οἱ φιλοῦντες καὶ οἱ φιλούμενοι, καὶ οὕτως ὥστε φίλοι εἶναι καὶ ἄνευ τούτου, εἴρηται· περὶ δὲ αὐτὸν αὑτῷ φίλον εἶναι ἢ μή, πολλὴν ἔχει ἐπίσκεψιν. δοκεῖ γὰρ ἐνίοις μάλιστα ἕκαστος αὐτὸς αὑτῷ φίλος εἶναι, καὶ τούτῳ χρώμενοι κανόνι κρίνουσι τὴν πρὸς τοὺς ἄλλους φίλους φιλίαν· κατὰ δὲ τοὺς λόγους καὶ τὰ δοκοῦνθʼ ὑπάρχειν τοῖς φίλοις τὰ μὲν ὑπεναντιοῦται, τὰ δʼ ὅμοια φαίνεται ὄντα. ἔστι γάρ πως κατὰ ἀναλογίαν αὕτη ἡ φιλία, ἁπλῶς δʼ οὔ. ἐν δυσὶ γὰρ διῃρημένοις τὸ φιλεῖσθαι καὶ φιλεῖν· διʼ ἃ μᾶλλον οὕτως αὐτὸς αὑτῷ φίλος, ὡς ἐπὶ τοῦ ἀκρατοῦς καὶ ἐγκρατοῦς εἴρηται πῶς ἑκὼν ἢ ἄκων, τῷ τὰ μέρη ἔχειν πως πρὸς ἄλληλα τὰ τῆς ψυχῆς, καὶ ὅμοιον τὰ τοιαῦτα πάντα, εἰ φίλος αὐτὸς αὑτῷ καὶ ἐχθρός, καὶ εἰ ἀδικεῖ τις αὐτὸς αὑτόν. πάντα γὰρ ἐν δυσὶ ταῦτα καὶ διῃρημένοις· ᾗ δὴ δύο πως καὶ ἡ ψυχή, ὑπάρχει πως ταῦτα, ᾗ δʼ οὐ διῃρημένα, οὐχ ὑπάρχει.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme