Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

7 ποσαχῶς μὲν οὖν τὸ φιλεῖν λέγεται, καὶ ὅτι πᾶσαι αἱ φιλίαι ἀνάγονται πρὸς τὴν πρώτην, δῆλον ἐκ τῶν εἰρημένων· οἰκεῖον δὲ τῇ σκέψει θεωρῆσαι καὶ περὶ ὁμονοίας καὶ εὐνοίας. δοκεῖ γὰρ τοῖς μὲν εἶναι ταὐτά, τοῖς δʼ οὐκ ἄνευ ἀλλήλων. ἔστι δʼ ἡ εὔνοια τῆς φιλίας οὔτε πάμπαν ἕτερον οὔτε ταὐτόν. διῃρημένης γὰρ τῆς φιλίας κατὰ τρεῖς τρόπους, οὔτʼ ἐν τῇ χρησίμῃ οὔτʼ ἐν τῇ καθʼ ἡδονὴν ἐστίν. εἴτε γὰρ ὅτι χρήσιμον, βούλεται αὐτῷ τἀγαθά, οὐ διʼ ἐκεῖνον ἀλλὰ διʼ αὑτὸν βούλοιτʼ ἄν, δοκεῖ δὲ ὥσπερ καὶ ἡ εὔνοια οὐκ αὐτοῦ εὔνοια τοῦ εὐνοϊζομένου εἶναι, ἀλλὰ τοῦ ᾧ εὐνοεῖ· εἰ δὴ ἦν ἐν τῇ τοῦ ἡδέος φιλίᾳ, κἂν τοῖς ἀψύχοις εὐνόουν. ὥστε δῆλον ὅτι περὶ τὴν ἠθικὴν φιλίαν ἡ εὔνοια ἐστίν. ἀλλὰ τοῦ μὲν εὐνοοῦντος βούλεσθαι μόνον ἐστί, τοῦ δὲ φίλου καὶ πράττειν ἃ βούλεται. ἔστι γὰρ ἡ εὔνοια ἀρχὴ φιλίας· ὁ μὲν γὰρ φίλος πᾶς εὔνους, ὁ δʼ εὔνους οὐ πᾶς φίλος. ἀρχομένῳ γὰρ ἔοικεν ὁ εὐνοῶν μόνον, διὸ ἀρχὴ φιλίας, ἀλλʼ οὐ φιλία.
7 δοκοῦσι γὰρ οἵ τε φίλοι ὁμονοεῖν καὶ οἱ ὁμονοοῦντες φίλοι εἶναι. ἔστι δʼ οὐ περὶ πάντα ἡ ὁμόνοια ἡ φιλική, ἀλλὰ περὶ τὰ πρακτὰ τοῖς ὁμονοοῦσι, καὶ ὅσα εἰς τὸ συζῆν συντείνει, οὔτε μόνον κατὰ διάνοιαν ἢ κατὰ ὄρεξιν (ἔστι γὰρ τἀναντία τὸ κινοῦν ἐπιθυμεῖν, ὥσπερ ἐν τῷ ἀκρατεῖ διαφωνεῖ τοῦτο), οὐ δεῖ κατὰ τὴν προαίρεσιν ὁμονοεῖν καὶ κατὰ τὴν ἐπιθυμίαν. ἐπὶ δὲ τῶν ἀγαθῶν ἡ ὁμόνοια· οἵ γε φαῦλοι ταῦτα προαιρούμενοι καὶ ἐπιθυμοῦντες βλάπτουσιν ἀλλήλους. ἔοικε δὲ καὶ ἡ ὁμονοία οὐχ ἁπλῶς λέγεσθαι, ὥσπερ οὐδʼ ἡ φιλία· ἀλλʼ ἣ μὲν πρώτη καὶ φύσει σπουδαία, διὸ οὐκ ἔστι τοὺς φαύλους ὁμονοεῖν, ἑτέρα δὲ καθʼ ἣν καὶ οἱ φαῦλοι ὁμονοοῦσιν, ὅταν τῶν αὐτῶν τὴν προαίρεσιν καὶ τὴν ἐπιθυμίαν ἔχωσιν. οὕτω δὲ δεῖ τῶν αὐτῶν ὀρέγεσθαι, ὥστε ἐνδέχεσθαι ἀμφοτέροις ὑπάρχειν οὗ ὀρέγονται. ἂν γὰρ τοιούτου ὀρέγωνται, ὃ μὴ ἐνδέχεται ἀμφοῖν, μαχοῦνται· οἱ ὁμονοοῦντες δʼ οὐ μαχοῦνται. ἔστι δʼ ἡ ὁμόνοια, ὅταν περὶ τοῦ ἄρχειν καὶ ἄρχεσθαι ἡ αὐτὴ προαίρεσις ᾖ, μὴ τοῦ ἑκάτερον, ἀλλὰ τοῦ τὸν αὐτόν. καὶ ἔστιν ἡ ὁμόνοια φιλία πολιτική.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme