Book 7
8
περὶ μὲν οὖν ὁμονοίας καὶ εὐνοίας εἰρήσθω τοσαῦτα· ἀπορεῖται δὲ διὰ τί μᾶλλον φιλοῦσιν οἱ ποιήσαντες εὖ τοὺς παθόντας ἢ οἱ παθόντες εὖ τοὺς ποιήσαντας. δοκεῖ δὲ δίκαιον εἶναι τοὐναντίον. τοῦτο δʼ ὑπολάβοι μὲν ἄν τις διὰ τὸ χρήσιμον καὶ τὸ αὐτῷ ὠφέλιμον συμβαίνειν· τῷ μὲν γὰρ ὀφείλεται, τὸν δʼ ἀποδοῦναι δεῖ. οὐκ ἔστι δὲ τοῦτο μόνον, ἀλλὰ καὶ φυσικόν. ἡ γὰρ ἐνέργεια αἱρετώτερον, τὸν αὐτὸν δὲ λόγον ἔχει τὸ ἔργον καὶ ἡ ἐνέργεια, ὁ δʼ εὖ παθὼν ὥσπερ ἔργον τοῦ εὖ ποιήσαντος. διὸ καὶ ἐν τοῖς ζῴοις ἡ περὶ τὰ τέκνα σπουδὴ ἐστί, καὶ τοῦ γεννῆσαι καὶ τὰ γεννώμενα σῴζειν. καὶ φιλοῦσι δὴ μᾶλλον οἱ πατέρες τὰ τέκνα (καὶ αἱ μητέρες τῶν πατέρων) ἢ φιλοῦνται· καὶ οὗτοι πάλιν τὰ αὑτῶν ἢ τοὺς γεννήσαντας, διὰ τὸ τὴν ἐνέργειαν εἶναι τὸ ἄριστον· καὶ αἱ μητέρες τῶν πατέρων, ὅτι μᾶλλον οἴονται αὑτῶν εἶναι ἔργον τὰ τέκνα· τὸ γὰρ ἔργον τῷ χαλεπῷ διορίζουσι, πλείω δὲ λυπεῖται περὶ τὴν γένεσιν μήτηρ.