Thesauros Literature Philosophy Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια

Ἠθικὰ Εὐδήμεια Aristotle

Book 7

1 ἀπορεῖται δὲ πολλὰ περὶ τῆς φιλίας, πρῶτον μὲν ὡς οἱ ἔξωθεν παραλαμβάνοντες καὶ ἐπὶ πλέον λέγοντες· δοκεῖ γὰρ τοῖς μὲν τὸ ὅμοιον τῷ ὁμοίῳ εἶναι φίλον, ὅθεν εἴρηται ὡς αἰεὶ τὸν ὅμοιον ἄγει θεὸς ὡς τὸν ὅμοιον· Hom. Od. 17.218 καὶ γὰρ κολοιὸς παρὰ κολοιόν· ἔγνω δὲ φώρ τε φῶρα, καὶ λύκος λύκον. οἱ δὲ φυσιολόγοι καὶ τὴν ὅλην φύσιν διακοσμοῦσιν ἀρχὴν λαβόντες τὸ τὸ ὅμοιον ἰέναι πρὸς τὸ ὅμοιον, διὸ Ἐμπεδοκλῆς καὶ τὴν κύνʼ ἔφη καθῆσθαι ἐπὶ τῆς κεραμῖδος διὰ τὸ ἔχειν πλεῖστον ὅμοιον. οἳ μὲν οὖν οὕτω τὸ φίλον λέγουσιν· οἳ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ φασὶν εἶναι φίλον. τὸ μὲν γὰρ ἐρώμενον καὶ ἐπιθυμητὸν πᾶσιν εἶναι φίλον, ἐπιθυμεῖ δὲ οὐ τὸ ξηρὸν τοῦ ξηροῦ, ἀλλʼ ὑγροῦ, ὅθεν εἴρηται ἐρᾷ μὲν ὄμβρου γαῖα καὶ τὸ μεταβολὴ πάντων γλυκύ. Eur. Orest. 234 ἡ δὲ μεταβολὴ εἰς τοὐναντίον. τὸ δʼ ὅμοιον ἐχθρὸν τῷ ὁμοίῳ· καὶ γὰρ κεραμεὺς κεραμεῖ κοτέει, Hes. WD 25 καὶ τὰ ἀπὸ τῶν αὐτῶν τρεφόμενα πολέμια ἀλλήλοις ζῷα. αὗται μὲν οὖν αἱ ὑπολήψεις τοσοῦτον διεστᾶσιν. αἳ μὲν γὰρ τὸ ὅμοιον φίλον, τὸ δʼ ἐναντίον πολέμιον, τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται τοὔλασσον, ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται, Eur. Phoen. 539 ἔτι δὲ καὶ οἱ τόποι κεχωρισμένοι τῶν ἐναντίων, ἡ δὲ φιλία δοκεῖ συνάγειν· οἳ δὲ τὰ ἐναντία φίλα, καὶ Ἡράκλειτος ἐπιτιμᾷ τῷ ποιήσαντι ὡς ἔρις ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο, Hom. Il. 18.107 οὐ γὰρ ἂν εἶναι ἁρμονίαν μὴ ὄντος ὀξέος καὶ βαρέος, οὐδὲ τὰ ζῷα ἄνευ θήλεως καὶ ἄρρενος ἐναντίων ὄντων.

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme